Ancient Greek · ~2 min
4.21.5 to 4.21.6
Sozomenus, Historia ecclesiastica 4.21.5-6
Not analysed yet
Τὸ δὲ πλῆθος, οἱ μὲν τὸ γεγονὸς ἐπαινοῦντες οἱ δὲ μεμφόμενοι, κατ̓ αὐτὴν τὴν ἐκκλησίαν εἰς ἀλλήλους ἐτράπησαν. Καὶ τελευτῶντες αὐτόν τε τὸν εὐκτήριον οἶκον καὶ τὸν πέριξ χῶρον αἱμάτων καὶ φόνων ἐνέπλησαν. Ὁ δὲ βασιλεὺς ἔτι διάγων ἐν τῇ πρὸς δύσιν ἀρχομένῃ, τάδε μαθὼν ἐχαλέπαινε: καὶ ὡς ὑβρισμένου τοῦ πατρὸς, καὶ τῶν περὶ τὸν λαὸν ἀτυχημάτων ἐπῃτιᾶτο Μακεδόνιον, καὶ δἰ ὀργῆς εἶχε: βουλευσάμενος δὲ τὴν ἕω καταλαβεῖν, εἴχετο τῆς ὁδοῦ. Μετακαλεσάμενος δὲ Ἰουλιανὸν τὸν ἀνεψιὸν, Καίσαρα κατέστησε, καὶ εἰς τοὺς πρὸς δύσιν Γαλάτας πέπομφεν.