Ancient Greek
4.22.23 to 4.22.24
Sozomenus, Historia ecclesiastica 4.22.23-24
Not analysed yet
Ὡς δὲ τούτοις οἱ σὺν αὐτῷ πάντες ἐπευφήμησαν, τότε μὲν ὁ σύλλογος διελύθη. Τῇ δὲ ὑστεραίᾳ οὐκέτι εἰς ταὐτὸ συνιέναι ἠνείχοντο οἱ περὶ Ἀκάκιον καὶ Γεώργιον. Οὐ μὴν οὐδὲ Λεωνᾶς κληθεὶς παρεγένετο: περιφανῶς γὰρ ἤδη τὰ τούτων ἐφρόνει. Ἀμέλει τοι οἱ πρὸς αὐτὸν ἀφικόμενοι ἐν τῇ αὐτοῦ οἰκίᾳ κατέλαβον τοὺς περὶ Ἀκάκιον. Δεομένων δὲ καὶ καλούντων αὐτὸν ἐπὶ τὸν σύλλογον, οὐχ ὑπήκουσεν, ὡς τῆς συνόδου διχονοούσης: αὐτοῦ δὲ παρεῖναι προσταχθέντος παρὰ βασιλέως, συναινούντων πάντων καὶ εἰς ταὐτὸν συνιόντων.