Ancient Greek
4.22.26 to 4.22.28
Sozomenus, Historia ecclesiastica 4.22.26-28
Not analysed yet
καὶ Εὐδόξιον τὸν Ἀντιοχείας. Τοὺς δὲ πλείους ἀκοινωνήτους ἐποίησαν, ἄχρις ἂν πρὸς τὰ ἐπαγόμενα ἐγκλήματα ἀπολογήσωνται. Καὶ τὰ πραχθέντα τῇ ἑκάστου παροικίᾳ ἔγραψαν. Ἀντὶ δὲ Εὐδοξίου Ἀδριανὸν ἐχειροτόνησαν Ἀντιοχείας ἐπίσκοπον, πρεσβύτερον ὄντα τοῦ ἐκεῖσε κλήρου. Συλλαβόντες δὲ τοῦτον οἱ ἀμφὶ Ἀκάκιον, Λεωνᾷ καὶ Λαυρικίῳ παρέδωκαν: οἱ δὲ τότε μὲν ἐν στρατιωτικῇ φρουρᾷ αὐτὸν εἶχον: ὕστερον δὲ, ὑπερορίαν αὐτοῦ φυγὴν κατεδίκασαν. Τοῦτο πέρας, ὡς ἐν βραχεῖ, ἡ ἐν Σελευκείᾳ σύνοδος ἔσχεν. Ὁ δὲ φιλῶν ἀκριβῶς τὸ καθ̓ ἕκαστον εἰδέναι, ἐκ τῶν ἐπὶ τούτοις πραχθέντων ὑπομνημάτων εἴσεται, ἃ ταχυγράφοι παρόντες ἀνέγραψαν.