Ancient Greek · ~3 min
4.23.6 to 4.23.7
Sozomenus, Historia ecclesiastica 4.23.6-7
Not analysed yet
Ἀλλ̓ ἐπεὶ παραδόξως οἱ δυτικοὶ τὸ τῆς οὐσίας ὄνομα παρέλιπον ἐν Ἀριμίνῳ, περισπούδαστον αὐτοῖς εἶναι ἰσχυρίζοντο τὴν τοιαύτην γραφήν: Εἰ γάρ, φησι, κρατήσοι, πάντως που τῷ τῆς οὐσίας ὀνόματι συσσιωπηθήσεται καὶ τὸ τοῦ ὁμοουσίου, ὃ δὴ μάλιστα οἱ ἀνὰ τὴν δύσιν ἱερεῖς αἰδοῖ τῆς ἐν Νικαίᾳ συνόδου περὶ πολλοῦ ἐποιοῦντο. Πρὸς τούτοις δὲ καὶ αὐτὸς ὁ βασιλεὺς ἐπείσθη ταύτην ἐπαινεῖν τὴν γραφήν: λογιζόμενος τὸ τῶν ἐν Ἀριμίνῳ συνελθόντων πλῆθος, καὶ ὡς οὐκ ἂν ἁμάρτοι ὅμοιον ὁμολογῶν καὶ ὁμοούσιον, καὶ μηδὲν αὐτῷ διαφέρειν κατ̓ ἔννοιαν, εἰ ὀνόμασιν ἀγνώστοις τῇ ἱερᾷ γραφῇ μὴ χρῷτο, ἐν ἰσοδυνάμῳ τε καὶ ἀναμφηρίστῳ ὀνόματι τῷ ὅμοιον, τὴν αὐτοῦ σημασίαν ὁμολογοίη.