Ancient Greek · ~3 min
4.24.6 to 4.24.8
Sozomenus, Historia ecclesiastica 4.24.6-8
Not analysed yet
Προσέθεσαν δὲ ὅτι καὶ Γερμανίῳ τὸν ἐν Σιρμίῳ κλῆρον ἐπανέστησε, καὶ κοινωνεῖν αὐτῷ καὶ Οὐάλεντι καὶ Οὐρσακίῳ γράφων, διέβαλλεν αὐτοὺς πρὸς τοὺς Ἀφρικῆς ἐπισκόπους: ἐγκαλούμενός τε ἠρνεῖτο, καὶ ἐπιώρκει: καὶ φωραθεὶς, ἐπεχείρει σοφίζεσθαι τὴν ἐπιορκίαν. Καὶ διχονοίας καὶ στάσεως αἴτιος ἐγένετο Ἰλλυριοῖς καὶ Ἰταλοῖς καὶ Ἄφροις, καὶ τῶν περὶ τὴν Ῥωμαίων ἐκκλησίαν συμβάντων. Δούλην τε δεσμῶτιν γενέσθαι σπουδάσας, ἐβιάζετο ψευδῆ καθομολογεῖν τῆς δεσποίνης: καὶ ἄνδρα αἰσχρῶς βεβιωκότα, οὐ νόμῳ γάμου γυναικὶ συμβιοῦντα, ἐβάπτισέ τε καὶ διακονεῖν τῷ Θεᾠ ἠξίωσε. Περιοδευτὴν δὲ φόνων αἴτιον γενόμενον, οὐχ ἐχώρισε τῆς ἐκκλησίας. Καὶ ὅτι γὲ περὶ τὴν ἱερὰν τράπεζαν συνωμοσίας ἐποιεῖτο, ἀρώμενός τε, καὶ τοὺς κληρικοὺς ἐπόμνυσθαι παρασκευάζων μὴ κατηγορεῖν ἀλλήλων: εἶναι δὲ ταύτην τέχνην τοῦ αὐτὸν προεστῶτα τοῦ κλήρου, τὰς τῶν ἐγκαλούντων κατηγορίας διαφυγεῖν. Βασιλείου μὲν οὖν,