Ancient Greek · ~5 min
4.26.2 to 4.26.5
Sozomenus, Historia ecclesiastica 4.26.2-5
Not analysed yet
Κοινῇ δὲ ὅτι μάλιστα αὐτός τε καὶ Ἀκάκιος πᾶσαν ἐποιοῦντο σπουδὴν, εἰς λήθην ἄγειν πάντας τῶν ἐν Νικαίᾳ δοξάντων, καὶ τὴν ἀναγνωσθεῖσαν ἐν Ἀριμίνῳ γραφὴν, μεθ̓ ὧν αὐτοὶ προστεθείκασιν ὡς διορθώσοντες, ἀνὰ πᾶν τὸ ὑπήκοον ἐξέπεμψαν, καὶ τοὺς ταύτῃ μὴ ὑπογράφοντας ἐκέλευον ὑπερορίᾳ φυγῇ ζημιοῦσθαι, κατὰ πρόσταγμα τοῦ βασιλέως. Ὧδε γάρ φησιν ἐσπούδαστο, λογιζομένοις ἀκονιτὶ τῆς σπουδῆς ἐπιτεύξασθαι. Τὸ δὲ ἦν ἀρχὴ μεγίστων συμφορῶν: ἐμφερὴς δὲ ἦν τοῖς εἰρημένοις τάραχος ἀνὰ πᾶν τὸ ὑπήκοον: καὶ τὰς πανταχοῦ ἐκκλησίας διωγμὸς εἶχε μονονουχὶ παραπλήσιος τοῖς πρὶν ἐπὶ τῶν Ἑλληνιστῶν βασιλέων. Εἰ γὰρ ταῖς εἰς σῶμα τιμωρίαις μετριώτερος ἐδόκει, χαλεπώτερος εἰκότως τοῖς εὖ φρονοῦσι διὰ τὴν αἰσχύνην ἐφαίνετο. Ἄμφω γὰρ, ὅ τε διώκων καὶ ὁ διωκόμενος, ἐκ τῆς ἐκκλησίας ὥρμηντο. Καὶ τοσοῦτον αἰσχρὸν τὸ κακὸν, ὅσον πρὸς τῷ ὁμοφύλους τὰ πολεμίων δρᾷν, καὶ περὶ ἀλλοφύλους τοιούτους εἶναι, ὁ ἱερατικὸς θεσμὸς ἀπηγόρευσεν. Ἡ δὲ καινότης ἐπαινουμένη ἔτι μᾶλλον ἐπεδίδου, καὶ πρὸς νεωτερισμὸν εἷρπεν: ἀπαυθαδειαζομένη τε καὶ τῶν πατρικῶν ὑπερφρονοῦσα, ἰδίους ἐτίθει νόμους. Καὶ τὰ αὐτὰ τοῖς ἀρχαιοτέροις περὶ Θεοῦ δοξάζειν οὐκ ἠξίου: ἀεὶ δὲ ξένα περινοοῦσα δόγματα, οὐκ ἠρέμει τῶν καινῶν καινοτέροις σπουδάζουσα, ὥσπερ δὴ καὶ νῦν συνέβη.