Ancient Greek
4.3.2 to 4.3.3
Sozomenus, Historia ecclesiastica 4.3.2-3
Not analysed yet
Ὃν οἰκοδομεῖν ἤρξατο Ἰωάννης: ἐτελεσιούργησε δὲ Σισίνιος, οἱ μετὰ ταῦτα προστάντες τῆς Κωνσταντινουπόλεως ἐκκλησίας. Οὐ γὰρ ἄξιον νενομίκασι μαρτυρίας γερῶν ἀμοιρεῖν αὐτοὺς ὑπὸ Θεοῦ τιμωμένους, καθότι καὶ ὁ τῇδε τόπος, τῶν ἐπὶ θάνατον ἀγομένων ἐνθάδε τὰς κεφαλὰς ἀποτεμνομένων, τὸ πρὶν ἄβατος ὢν ὑπὸ φασμάτων, ἐκαθάρθη: καὶ δαιμονῶντες τῆς νόσου ἀπηλλάγησαν, καὶ πολλὰ ἄλλα παράδοξα ἐπὶ τῷ τάφῳ αὐτῶν συνέβη. Τάδε μὲν περὶ Μαρτυρίου καὶ Μαρκιανοῦ εἰρήσθω. Εἰ δέ τῳ οὐ πιθανὰ εἶναι δοκεῖ, πόνος οὐδεὶς ἀκριβέστερον παρὰ τῶν εἰδότων μαθεῖν: ἴσως γὰρ καὶ τούτων θαυμαστότερα ἀφηγήσονται.