Ancient Greek · ~2 min
4.4.3 to 4.4.4
Sozomenus, Historia ecclesiastica 4.4.3-4
Not analysed yet
Περιελὼν δὲ αὐτοῦ Κωνστάντιος τὸν βασιλικὸν κόσμον καὶ τὴν ἁλουργίδα, ἠλέησε, καὶ ἰδιωτεύειν εἴασε, καὶ τὰ ἐπιτήδεια ἀφθόνως ἔχειν ἀπὸ τοῦ δημοσίου προσέταξεν: οἷά γε λοιπὸν πρεσβύτην πρεπωδέστερον εἶναι φήσας βασιλικῶν ἀπηλλάχθαι φροντίδων, καὶ ἐν ἡσυχίᾳ εἶναι. Ἐπεὶ δὲ τὰ κατὰ Βρετανίωνα ὧδε αὐτῷ ἀπέβη, πλείστην κατὰ Μαγνεντίου στρατείαν ἐξέπεμψεν εἰς Ἰταλίαν: Γάλλον δὲ τὸν αὐτοῦ ἀνεψιὸν Καίσαρα καταστήσας, εἰς Συρίαν ἀπέστειλεν, ἐπὶ φυλακῇ τοῦ κατὰ τὴν ἕω κλίματος.