Ancient Greek · ~4 min
4.6.13 to 4.6.16
Sozomenus, Historia ecclesiastica 4.6.13-16
Not analysed yet
αὐτοῦ τοῦ βασιλέως παρόντος ἔδοξεν. Ὅσιος δὲ τὴν ἀρχὴν μὲν παρῃτεῖτο τούτοις συναινεῖν: βιασθεὶς δὲ, καὶ πληγὰς, ὡς λέγεται, πρεσβύτης ὢν ὑπομείνας, συνῄνεσέ τε καὶ ὑπέγραψε. Φωτεινοῦ δὲ πειρασθῆναι μετὰ τὴν καθαίρεσιν, εἴ πως δύναιτο τῆς πρὸ τοῦ μεταθέσθαι γνώμης, ἐδόκει τῇδε τῇ συνόδῳ. Ὁ δὲ, προτρεπόντων αὐτὸν τῶν ἐπισκόπων, καὶ τὴν ἐπισκοπὴν ἀποδώσειν ὑπισχνουμένων, εἰ τὸ οἰκεῖον ἀποκηρύξει δόγμα, καὶ ταῖς αὐτῶν γραφαῖς συμψηφίσαιτο, οὐκ ἠνέσχετο: ἀλλ̓ εἰς διάλεξιν αὐτοὺς προὐκαλεῖτο. Εἰς ῥητὴν ἡμέραν δὲ συνελθόντων τῶν ἐπισκόπων, καὶ δικαστῶν ἐκ προστάγματος τοῦ βασιλέως προκαθεσθέντων, οἳ ἐπιστήμῃ λόγων καὶ ἀξιώματι τότε πρωτεύειν ἐν τοῖς βασιλείοις ἐδόκουν, ἀναδέχεται τὴν πρὸς τὸν Φωτεινὸν διάλεξιν Βασίλειος ὁ Ἀγκύρας ἐπίσκοπος. Ἐπὶ πολλῶν δὲ πρὸς πεῦσιν καὶ ἀπόκρισιν ἀμφοτέροις προελθόντος τοῦ ἀγῶνος, ταχυγράφων ἀναγραφομένων τοὺς ἑκατέρων λόγους, ἐκράτησε Βασίλειος. Φωτεινὸς δὲ φεύγειν καταδικασθεὶς, οὐδὲ οὕτως ἐπαύσατο τὸ οἰκεῖον συγκροτῶν δόγμα: λόγους τε τῇ Ῥωμαίων καὶ Ἑλλήνων φωνῇ συγγράφων ἐξεδίδου, δἰ ὧν ἐπειρᾶτο, πλὴν τῆς αὐτοῦ, τὰς τῶν ἄλλων δόξας ψευδεῖς ἀποφαίνειν. Φωτεινοῦ μὲν οὖν πέρι, καὶ τὰς ἀπ̓ αὐτοῦ καλουμένης αἱρέσεως, τάδε μοι εἰρήσθω.