Ancient Greek · ~3 min
4.8.1 to 4.8.3
Sozomenus, Historia ecclesiastica 4.8.1-3
Not analysed yet
Ἐπεὶ δὲ καθῃρημένων τῶν τυράννων ἐδόκει τῶν συμβάντων κακῶν ἡσυχίαν ἔχειν Κωνστάντιος, καταλιπὼν τὸ Σίρμιον, ἐπὶ τὴν πρεσβυτέραν ᾔει Ῥώμην. Ἐνταῦθα γὰρ ἐβούλετο τὴν κατὰ τῶν τυράννων ἐπινίκιον ἐπιτελεῖν πομπήν: κατὰ ταυτὸν δὲ νομίσας δύνασθαι τοὺς ἑκατέρας ἀρχομένης ἐπισκόπους ὁμόφρονας περὶ τὸ δόγμα καταστῆσαι, σύνοδον αὖθις ἐν Ἰταλίᾳ γενέσθαι προσέταξεν. Ἐν τούτῳ δὲ Ἰούλιος ἐτελεύτησεν, ἐπὶ εἴκοσι καὶ πέντε ἐνιαυτοῖς τὴν Ῥωμαίων ἐκκλησίαν ἐπιτροπεύσας. Διαδέχεται δὲ τοῦτον Λιβέριος. Λογισάμενοι δὲ καιρὸν ἔχειν εἰς διαβολὴν τῶν ἐναντία φρονούντων οἱ τὴν ἐν Νικαίᾳ πίστιν παραιτούμενοι, ἐπιμελῶς μάλα ἐν τοῖς βασιλείοις ἐπόνουν, ἐκβάλλειν τῶν ἐκκλησιῶν πάντας τοὺς πρὸς αὐτῶν καθῃρημένους, ὡς ἑτεροδόξους ὄντας, καὶ, ἐν ᾧ Κώνστας τῷ βίῳ περιῆν, συγκροῦσαι τὰς βασιλείας πρὸς ἑαυτὰς σπουδάσαντας: καθότι τῷ ἀδελφῷ πόλεμον ἐπήγγειλεν, εἰ μὴ προσδέξεται αὐτοὺς, ὡς ἐν τοῖς πρόσθεν εἴρηται.