Ancient Greek · ~2 min
4.8.5 to 4.8.6
Sozomenus, Historia ecclesiastica 4.8.5-6
Not analysed yet
Ἀθανασίῳ δὲ τούτων τότε μὲν οὐδεὶς ὑπόλογος ἦν: ἔμελλε δὲ χαλεπωτέρων ἢ πρότερον πειραθῆναι πραγμάτων. Ἅμα γοῦν ἀπολώλει Μαγνέντιος, καὶ μόνος Κωνστάντιος τῆς Ῥωμαίων οἰκουμένης ἡγεῖτο, πᾶσαν ἐποιεῖτο σπουδὴν τοὺς ἀνὰ τὴν δύσιν ἐπισκόπους τοῖς ὁμοούσιον εἶναι Πατρὶ τὸν Υἱὸν δοξάζουσι συνεῖναι. Ἐποίει δὲ τοῦτο, οὐ φανερῶς οὕτω τὰ πρῶτα βιαζόμενος: πείθων δὲ ἐπιψηφίσασθαι τοῖς κατὰ Ἀθανασίου κεκριμένοις ὑπὸ τῶν ἀνὰ τὴν ἕω ἐπισκόπων. Ἐλογίζετο γὰρ ὡς εἰ κοινῇ ψήφῳ ἐκποδὼν οὗτος γένοιτο, ῥᾳδίως ἂν καὶ τὰ περὶ τὴν θρησκείαν κατορθωθείη αὐτῷ.