Ancient Greek · ~3 min
5.1.6 to 5.1.8
Sozomenus, Historia ecclesiastica 5.1.6-8
Not analysed yet
Ἐπεὶ δὲ ἐπύθετο Κωνστάντιος ἐκστρατεύειν ἐπ’ αὐτὸν Ἰουλιανὸν, καταλιπὼν τὴν πρὸς τοὺς Πέρσας παρασκευὴν, ἐπὶ τὴν Κωνσταντινούπολιν ἠπείγετο: ἡνίκα δὴ τὴν ὁδοιπορίαν ποιούμενος, ἐτελεύτησεν ἐν Μόμψου κρήναις, μεταξὺ Κιλίκων καὶ Καππαδοκῶν τῶν πρὸς τῷ Ταύρῳ: ἔτη ἀμφὶ τεσσαράκοντα καὶ πέντε γεγονώς: ἐξ ὧν τρισκαίδεκα σὺν τῷ πατρὶ ἐβασίλευσε, πέντε δὲ καὶ εἴκοσι μετ̓ ἐκεῖνον. Ἐπεὶ δὲ ἐτελεύτησεν, ὁ μὲν Ἰουλιανὸς ἤδη τὸν Θρᾷκην εἶχεν. Οὐκ εἰς μακρὰν δὲ εἰς τὴν Κωνσταντινούπολιν ἐλθὼν, αὐτοκράτωρ ἀνηγορεύθη. Οἱ δὲ Ἕλληνες ἐλογοποίουν, ὡς καὶ πρὸ τοῦ Γαλάτας ἀπολιπεῖν αὐτὸν, μαντικοὶ καὶ δαίμονες ἐπὶ ταύτην τὴν ἐκστρατείαν ἐκίνησαν, τὸν Κωνσταντίου θάνατον προμηνύσαντες, καὶ τὴν τῶν πραγμάτων μεταβολήν. Ἦν δὲ ἄρα πιθανὸν πρόγνωσιν ταῦτα καλεῖν, εἰ μὴ καὶ αὐτὸν ὅσον οὔπω τὸ τοῦ βίου τέλος ἔφθασεν, ὡς ἐν ὀνείρῳ τῆς βασιλείας γευσάμενον.