Ancient Greek
5.11.10 to 5.11.12
Sozomenus, Historia ecclesiastica 5.11.10-12
Not analysed yet
Ἐπεὶ δὲ Ἰουλιανὸς μόνος τὴν ἀρχὴν διεῖπεν, ὁ Βασίλειος περιϊὼν τοὺς Χριστιανοὺς δημοσίᾳ καὶ περιφανῶς προὐτρέπετο, τῶν οἰκείων ἔχεσθαι δογμάτων, καὶ μὴ τοῖς Ἑλλήνων θύμασι καὶ σπονδαῖς μιαίνεσθαι: ἀντ̓ οὐδενὸς δὲ ἡγεῖσθαι τὰς γινομένας εἰς αὐτοὺς παρὰ τοῦ βασιλέως τιμὰς, προσκαίρους ταύτας ἀποφαίνων ἐπὶ μισθῷ διηνεκοῦς ἀπωλείας. Ταῦτα σπουδάζων, ἐν ὑπονοίᾳ τε καὶ μίσει παρὰ τοῖς Ἑλληνισταῖς ὢν, δημοσίᾳ θύοντας ἰδὼν ἔστη: καὶ μέγα ἀνοιμώξας, ηὔξατο μηδένα Χριστιανὸν τῆς τοιαύτης πειραθῆναι πλάνης. Ἐκ τούτου δὲ συλληφθεὶς, παρεδόθη τῷ ἡγουμένῳ τοῦ ἔθνους: καὶ πολλὰς βασάνους ὑπομείνας, παρὰ πάντα τὸν ἀγῶνα ἀνδρείως τὴν μαρτυρίαν διήνυσε. Καὶ τὰ μὲν ὧδε, εἰ καὶ παρὰ γνώμην τῷ βασιλεῖ ἀπέβη, οὐκ ἀγεννεῖς, οὐδὲ ὀλίγους μάρτυρας, καὶ ἐπὶ τῆς αὐτοῦ ἡγεμονίας ἀπέδειξε γεγενῆσθαι: σαφηνείας δὲ χάριν συναγαγὼν πάντας ὁμοῦ διεξῆλθον, εἰ καὶ διάφορος ἦν ὁ καιρὸς τῆς ἑκάστου μαρτυρίας.