Ancient Greek
5.15.1 to 5.15.7
Sozomenus, Historia ecclesiastica 5.15.1-7
Not analysed yet
Ὁ δὲ βασιλεὺς, πυθόμενος ἐκκλησιάζειν Ἀθανάσιον ἐν τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ, καὶ ἀδεῶς διδάσκειν τὰ πλήθη, καὶ πολλοὺς Ἑλλήνων πείθειν εἰς Χριστιανισμὸν μετατίθεσθαι, προσέταξεν αὐτὸν ἐξιέναι τῆς Ἀλεξανδρείας. Μένοντι δὲ ἐν ταύτῃ, μεγίστας προηγόρευε ζημίας: πρόφασιν ἐγκλημάτων ποιησάμενος, ὡς παρὰ τῶν πρὸ αὐτοῦ βασιλέων φεύγειν καταδικασθεὶς, μὴ ἐπιτραπεὶς ἀντελάβετο τοῦ θρόνου τῆς ἐπισκοπῆς: μηδὲ γὰρ συγχωρῆσαι αὐτὸν εἰς τὰς ἐκκλησίας κάθοδον τοῖς παρὰ Κωνσταντίου φυγαδευθεῖσιν, ἀλλ̓ εἰς πατρίδας μόνον. Διὰ τοῦτο δὲ τὸ βασιλέως πρόσταγμα μέλλων φεύγειν, δεδακρυμένην ἰδὼν ἀμφ̓ αὐτὸν τὴν τῶν Χριστιανῶν πληθὺν, Θαρρεῖτε, ἔφη: νεφύδριον γάρ ἐστι, καὶ θᾶττον παρελεύσεται: ἔφη: νεφύδριον γάρ ἐστι, καὶ θᾶττον παρελεύσεται: καὶ τοῦτο εἰπὼν συνετάξατο: καὶ τοῖς σπουδαιοτέροις τῶν φίλων τὴν ἐκκλησίαν παραθέμενος, ἐξῆλθε τῆς Ἀλεξανδρέων πόλεως. Ἐν τούτῳ δὲ Κυζικηνῶν πρεσβευσαμένων πρὸς βασιλέα περὶ οἰκείων πραγμάτων, καὶ τῆς ἐπανορθώσεως τῶν Ἑλληνικῶν ναῶν, ἐπαινέσας αὐτοὺς τῆς περὶ τὰ ἱερὰ προνοίας, πάντα παρέσχεν ὧνπερ ἐδέησε. Καὶ Ἐλεύσιον δὲ τὸν παῤ αὐτοῖς ἐπίσκοπον τῆς πόλεως εἷρξεν, ὡς λυμῃνάμενον τοῖς ναοῖς, καὶ τοῖς τεμένεσιν ἐνυβρίσαντα, καὶ χηροτροφεῖα κατασκευάσαντα, καὶ παρθενῶνας ἱερῶν παρθένων συστησάμενον, καὶ τοὺς Ἑλληνιστὰς πείθοντα τῶν πατρίων ἀμελεῖν. Ἀπηγόρευσε δὲ καὶ τοῖς σὺν αὐτῷ ξένοις Χριστιανοῖς, μὴ ἐπιβαίνειν Κυζίκῳ: αἰτίαν ἐπαγαγὼν, ὡς εἰκὸς, αὐτοὺς τῆς θρησκείας ἕνεκα στασιάσαι: συναιρομένων αὐτοῖς καὶ παραπλησίως περὶ τὸ θεῖον φρονούντων τῶν ἀπὸ τῆς πόλεως Χριστιανῶν, καὶ τῶν δημοσίων ἐριουργῶν καὶ τῶν τεχνιτῶν τοῦ νομίσματος. Οἳ πλῆθος ὄντες, καὶ εἰς δύο τάγματα πολυάνθρωπα διακεκριμένοι, ἐκ προστάγματος τῶν πρὶν βασιλέων, ἅμα γυναιξὶ καὶ οἰκείοις ἀνὰ τὴν Κύζικον διέτριβον, ἔτους ἑκάστου ῥητὴν ἀποφορὰν τῷ δημοσίῳ κατατιθέντες, οἱ μὲν στρατιωτικῶν χλαμύδων: οἱ δὲ, νεουργῶν νομισμάτων.