Ancient Greek · ~4 min
5.15.15 to 5.15.17
Sozomenus, Historia ecclesiastica 5.15.15-17
Not analysed yet
διὰ τὸν τοῦ πανθέου ναίον. Λέγεται δὲ Χριστιανισμοῦ αἴτιος γενέσθαι τοῖς τούτων οἴκοις Ἱλαρίων ὁ μοναχός: δαιμονῶντος γὰρ Ἀλαφίωνος τούτου, ἐπὶ πολὺ τινὲς Ἕλληνες καὶ Ἰουδαῖοι, ἐπῳδαῖς καὶ περιεργιαις τισὶ χρησάμενοι, οὐδὲν ἤνυον: ὁ δὲ, μόνον τὸ τοῦ Χριστοῦ ὄνομα ἐπιβοησάμενος, τὸ δαιμόνιον ἀπήλασεν, εἰς τὴν Χριστιανῶν μετεβάλετο θρησκείαν. Διέπρεπε δὲ ὁ μὲν ἐμὸς πάππος ἐν ταῖς ἐξηγήσεσι τῶν ἱερῶν γραφῶν, εὐφυής τε ὢν, καὶ οἷος γνῶναι δὴ, καὶ κατὰ λόγον μετρίως ἠγμένος, ὡς καὶ ἀριθμητικῆς μὴ εἶναι ἄμοιρος. Ὅθεν κεχαρισμένος εἰς ἄγαν ἐτύγχανε τοῖς ἀνὰ τὴν Ἀσκάλωνα καὶ Γάζαν, καὶ τοῖς πέριξ Χριστιανοῖς: ὡς ἀναγκαῖος τῇ θρησκείᾳ, καὶ τὰ ἀμφίβολα τῶν ἱερῶν γραφῶν εὐμαρῶς διαλύων. Τῶν δὲ ἀπὸ τοῦ ἑτέρου γένους, σχολῇ γ̓ ἄν τις τὴν ἀρετὴν διηγήσαιτο: πρῶτοι γὰρ οὗτοι ἐνθάδε ἐκκλησίας καὶ μοναστήρια συνεστήσαντο, καὶ σεμνότητι καὶ φιλοφροσύνῃ ξένων καὶ δεομένων συνεκόσμησαν. Ἐκ ταύτης δὲ τῆς γενεᾶς, μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν ἄνδρες ἀγαθοὶ, οἷς ἤδη πρεσβύταις νέος ὢν, συνεγενόμην. Ἀλλὰ τῶν μὲν ὕστερον ἐπιμνησθῆναι δεῖ.