Ancient Greek
5.16.13 to 5.16.15
Sozomenus, Historia ecclesiastica 5.16.13-15
Not analysed yet
Εἰ ταῦτα πυθοίμην ἐγώ σε πράττοντα, μεστὸς εὐφροσύνης. ἔσομαι. Τοὺς ἡγεμόνας ὀλιγάκις ἐπὶ τῆς οἰκίας ὅρα: τὰ πλεῖστα δὲ αὐτοῖς ἐπίστελλε. Εἰσιοῦσι δὲ εἰς τὴν πόλιν, ὑπαντάτω μηδεὶς αὐτοῖς ἱερέων: ἀλλ̓ ὅταν εἰς τὰ ἱερὰ φοιτῶσι τῶν θεῶν, εἴσω τῶν προθύρων. Ἡγείσθω δὲ μηδεὶς αὐτῶν εἴσω στρατιώτης: ἑπέσθω δὲ ὁ βουλόμενος: ἅμα γὰρ εἰς τὸν οὐδὸν ἦλθε τοῦ τεμένους, καὶ γέγονεν ἰδιώτης. Ἄρχεις γὰρ αὐτὸς, ὡς οἶσθα, τῶν ἔνδον, ἐπεὶ καὶ ὁ θεῖος ταῦτα ἀπαιτεῖ θεσμός. Καὶ οἱ μὲν πειθόμενοι, κατὰ ἀλήθειαν εἰσὶ θεοσεβεῖς: οἱ δὲ ἀντεχόμενοι τοῦ τύφου, δοξοκόποι εἰσὶ καὶ κενόδοξοι. Τῇ Πισσινοῦντι βοηθεῖν ἕτοιμός εἰμι, εἰ τὴν μητέρα τῶν θεῶν ἵλεω καταστήσουσιν ἑαυτοῖς. Ἀμελοῦντες δὲ αὐτῆς, οὐκ ἄμεμπτοι μόνον, ἀλλὰ πικρὸν εἰπεῖν, μὴ καὶ τῆς παῤ ἡμῶν ἀπολαύσωσι δυσμενείας. Οὐ γάρ μοι θέμις ἐστὶ κομιζέμεν, ἢ ἐλεαίρειν Ἄνδρας, οἳ καὶ θεοῖσιν ἀπέχθονται ἀθανάτοισιν. Πεῖθε τοίνυν αὐτοὺς, εἰ τῆς παῤ ἐμοῦ κηδεμονίας ἀντέχονται, πανδημεὶ τῆς μητρὸς τῶν θεῶν ἱκέτας γενέσθαι.