Ancient Greek · ~4 min
5.16.3 to 5.16.6
Sozomenus, Historia ecclesiastica 5.16.3-6
Not analysed yet
σεμνύναι. Ἑκουσίων τε καὶ ἀκουσίων ἁμαρτημάτων κατὰ τὴν τῶν Χριστιανῶν παράδοσιν ἐκ μεταμελείας σύμμετρον τάξαι σωφρονισμόν. Οὐχ ἥκιστα δὲ ζηλῶσαι λέγεται τὰ συνθήματα τῶν ἐπισκοπικῶν γραμμάτων, οἷς ἔθος ἀμοιβαδὸν τοὺς ξένους ὅποι δήποτε διϊόντας, καὶ παῤ οἷς ἂν ἀφίκωνται, πάντως κατάγεσθαι καὶ θεραπείας ἀξιοῦσθαι, οἷά γε γνωρίμους καὶ φιλτάτους, διὰ τὴν τοῦ συμβόλου μαρτυρίαν. Ταῦτα διανοούμενος, ἐσπούδαζε τοὺς Ἑλληνιστὰς προσεθίζειν τοῖς τῶν Χριστιανῶν ἐπιτηδεύμασιν. Ἀλλ̓ ἐπειδὴ τοῖς πολλοῖς ἴσως ἀπίθανον εἶναι τοῦτο δοκεῖ, οὐκ ἄλλοθεν ἢ ἀπ̓ αὐτῶν τῶν τοῦ βασιλέως ῥημάτων παρέξομαι τὴν τῶν εἰρημένων ἀπόδειξιν. Γράφει γὰρ ὧδε. Ἀρσακίῳ ἀρχιερεῖ Γαλατίας ἐπιστολὴ Ἰουλιανοῦ βασιλέως. Ἑλληνισμὸς οὔπω πράττει κατὰ λόγον, ἡμῶν ἕνεκα τῶν μετιόντων αὐτόν. Τὰ γὰρ τῶν Θεῶν, λαμπρὰ καὶ μεγάλα, κρείττονα πάσης μὲν εὐχῆς, πάσης δὲ ἐλπίδος: ἵλεως δὲ ἔστω τοῖς λόγοις ἡμῶν Ἀδράστεια: τὴν γὰρ ἐν ὀλίγῳ τοσαύτην καὶ τηλικαύτην μεταβολὴν, οὐδὲ εὔξασθαι τὶς ὀλίγῳ πρότερον ἐτόλμα. Τί οὗν ἡμεῖς οἰόμεθα ταῦτα ἀρκεῖν; οὐδὲ ἀποβλέπομεν, ὃ μάλιστα τὴν ἀθεότητα συνηύξησεν, ἡ περὶ τοὺς ξένους φιλανθρωπία, καὶ ἡ περὶ τὰς ταφὰς τῶν νεκρῶν προμήθεια, καὶ ἡ πεπλασμένη σεμνότης κατὰ τὸν βίον.