# Historia ecclesiastica 5.17.1-6

Sozomenus, Historia ecclesiastica, 5.17.1 to 5.17.6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/5.17.1

Ὁ μὲν δὴ βασιλεὺς τοιάδε ποιῶν καὶ γράφων, ἡγεῖτο ῥᾳδίως τοὺς ἀρχομένους ἑκόντας μεταθήσειν τοῦ δόγματος. Καὶ πάντα σπουδάζων ἐπὶ καθαιρέσει τῆς τῶν Χριστιανῶν θρησκείας, οὔτε πείθειν παντελῶς οἷός τε ἦν, περιφανῶς τε βιάζεσθαι ᾐσχύνετο, μὴ τυραννικὸς εἶναι δόξῃ. Οὐ μὴν καθυφῆκε τῆς προθυμίας, ἀλλὰ πάντα ἐμηχανᾶτο, πρὸς Ἑλληνισμὸν τὸ ὑπήκοον, μᾶλλον δὲ τὸ στρατιωτικὸν, τὸ μὲν, δἰ ἑαυτοῦ, τὸ δὲ, διὰ τῶν ἀρχόντων ἐπαγόμενος. Ἀτεχνῶς δὲ διὰ πάντων Ἑλληνίζειν προσεθίζων, μεταποιεῖν ἔγνωκεν εἰς τὸ πρότερον σχῆμα, τὸ κορυφαῖον τῶν Ῥωμαϊκῶν συνθημάτων, ὅπερ Κωνσταντῖνος κατὰ θεῖον πρόσταγμα, ὡς ἐν τοῖς πρόσθεν εἴρηται, εἰς σταυροῦ σύμβολον μετετύπωσεν. Ἐν δὲ ταῖς δημοσίαις εἰκόσιν ἐπιμελὲς ἐποιεῖτο παραγράφειν αὐτῷ, Δία μὲν, οἷά γε ἐκ τοῦ οὐρανοῦ προφαινόμενον, καὶ στέφανον καὶ ἁλουργίδα τὰ σύμβολα τῆς βασιλείας παρέχοντα: Ἄρεα δὲ καὶ τὸν Ἑρμῆν εἰς αὐτὸν βλέποντας, καὶ καθάπερ τῷ ὀφθαλμῷ ἐπιμαρτυροῦντας ὡς ἀγαθὸς εἴη περὶ λόγους καὶ πολεμικός. Ἐκέλευσε δὲ ταῦτα καὶ ὅσα ἄλλα πρὸς Ἑλληνικὸν ὁρᾷ σέβας, παραμίγνυσθαι ταῖς εἰκόσιν: ὥστε προφάσει τῆς εἰς βασιλέα νενομισμένης τιμῆς, λεληθότως προσκυνεῖν τοῖς συγγεγραμμένοις. Ἀποχρώμενός τε τοῖς ἀρχαίοις ἔθεσι, πάσῃ περινοίᾳ ἐσπούδαζε κλέπτειν τῶν ὑπηκόων τὴν προαίρεσιν: ἐνενόει γὰρ ὡς εἰ πείσειεν, ἑτοιμότερον οἷς ἂν θέλῃ τὸ λοιπὸν ἐπιχειρήσειεν: εἰ δὲ ἀπειθοῦντας εὕροι, συγγνώμης ἐκτὸς κολάσειν, ὡς περὶ τὰ ἔθη Ῥωμαίων νεωτερίζοντας, καὶ εἰς πολιτείαν καὶ βασιλέα ἐξαμαρτάνοντας. Ὀλίγοι μὲν οὖν, οἳ καὶ δίκην εἰσεπράχθησαν, συνῆκαν τὸν λόγον, καὶ ὡς ἔθος ἦν, οὐκ ἠνείχοντο προσκυνεῖν: τὸ δὲ πλῆθος, οἷα φιλεῖ, ὑπ’ ἀγνοίας ἢ γνώμης ἀπεριέργου, νόμῳ ἁπλῶς παλαιῷ ἡγοῦντο πείθεσθαι, καὶ ἁπλούστερον ταῖς εἰκόσι προσῄεσαν. Βασιλεῖ δὲ πλέον

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
