Ancient Greek · ~3 min
5.17.7 to 5.17.8
Sozomenus, Historia ecclesiastica 5.17.7-8
Not analysed yet
οὐδὲν ἠνύετο. Καὶ ταύτης τῆς τέχνης εἰς πεῖραν προελθούσης, οὐ μὴν ἐνεδίδου, ἀλλὰ πάντα ἐπινοῶν διετέλει, ὡς ἂν προσάγοι τοὺς ἀρχομένους παραπλησίως αὐτῷ θρησκεύειν. Οἷον δὲ καὶ τότε ἐμηχανήσατο, οὐκ ἀπᾴδει τοῦ εἰρημένου: περιφανέστερον μέντοι τοῦ προτέρου καὶ βιαιότερον ἐπεχειρήθη, καὶ πρόφασις ἀνδρείας οὐκ ὀλίγοις ἐγένετο τῶν ἐν τοῖς βασιλείοις στρατευομένων. Ἐπεὶ γὰρ καιρὸς παρῆν βασιλέα δωρεῖσθαι τοῖς στρατιώταις, γίνεται δὲ τοῦτο ὡς ἐπίπαν ἐν ταῖς Ῥωμαίων ἱερομηνίαις, καὶ βασιλέων καὶ βασιλίδων πόλεων ἐν γενεθλίοις ἡμέραις, λογισάμενος ὡς ἁπλοῦν φύσει καὶ εὔηθές ἐστι τὸ στρατιωτικὸν, καὶ ὑπὸ συνήθους πλεονεξίας ῥαδίως ἡττᾶται χρημάτων. Τῶν δὲ ἐπὶ ταύτην παριόντων, ἕκαστον οἱ τῷ βασιλεῖ παρεστῶτες ἐκέλευον θυμιᾷν.