Ancient Greek · ~2 min
5.19.13 to 5.19.15
Sozomenus, Historia ecclesiastica 5.19.13-15
Not analysed yet
Ὑπολαβὼν δὲ ῥᾳδίως περιέσεσθαι, εἰ εὐκτήριον ἐνθάδε ἀντικαταστήσειεν οἶκον, μετέθηκεν εἰς Δάφνην τὴν λάρνακα τοῦ Βαβύλα τοῦ μάρτυρος: ὃς εὖ μάλα λαμπρῶς ἐπετρόπευσε τὴν Ἀντιοχέων ἐκκλησίαν, καὶ ἐμαρτύρησεν. Ἐξ ἐκείνου δὲ λόγος, μὴ χρησμῳδῆσαι συνήθως τὸ δαιμόνιον: ἐδόκει δὲ τὰ μὲν πρῶτα τοῦτο παθεῖν, ὡς θυσιῶν ἀμοιροῦν καὶ θεραπείας ἧς πρότερον ἠξίωτο: ἔδειξε δὲ τὰ μετὰ ταῦτα, ὡς ἐκ γειτόνων γενόμενος ὁ μάρτυς, οὐ συνεχώρει τοῦτο ποιεῖν. Καὶ γὰρ Ἰουλιανοῦ μόνου κρατοῦντος τῆς Ῥωμαίων οἰκουμένης, σπονδῶν καὶ κνίσσης καὶ ἀφθονίας θυμάτων μετέχων, οὐδὲν ἧττον ἠρέμει: καὶ τὸ τελευταῖον χρήσας, ἤλεγξε καὶ αὐτὸς τῆς προτέρας σιωπῆς τὴν αἰτίαν.