Ancient Greek · ~5 min
5.2.10 to 5.2.14
Sozomenus, Historia ecclesiastica 5.2.10-14
Not analysed yet
Ἔνθα δὴ θεραπείας καὶ ἀγωγῆς βασιλικῆς ἠξιοῦντο, καὶ μαθήμασι καὶ γυμνασίοις τοῖς καθ̓ ἡλικίαν ἐχρῶντο, καὶ λόγων διδασκάλοις, καὶ τοῖς ὑφηγηταῖς τῶν ἁγίων γραφῶν: ὡς καὶ κλήρῳ ἐγκαταλεγῆναι, καὶ ὑπαναγινώσκειν τῷ λαῷ τὰς ἐκκλησιαστικὰς βίβλους. Οὐ μὴν ἀλλὰ καὶ διὰ τῶν ἠθῶν καὶ τῶν ἔργων, τὴν εὐσέβειαν ἐπεδείκνυντο: περὶ πολλοῦ ποιούμενοι τοὺς ἱερέας, καὶ τοὺς ἄλλως ἀγαθοὺς, καὶ περὶ δόγμα σπουδαίους, τοῖς τε εὐκτηρίοις οἴκοις θαμίζοντες, καὶ ταῖς προσηκούσαις τιμαῖς τὰς τῶν μαρτύρων θήκας γεραίροντες. Τηνικαῦτα γοῦν φασὶν αὐτοὺς, σπουδάζοντας μεγίστῳ περιλαβεῖν οἴκῳ τὸν τάφον Μάμα τοῦ μάρτυρος, εἰς ἀμφοτέρους μερίσαι τὸ ἔργον: ἀμιλλωμένου δὲ ἑκατέρου φιλοτιμίᾳ καὶ τιμῇ ὑπερβάλλεσθαι τὸν ἕτερον, παράδοξον συμβῆναι καὶ παντελῶς ἄπιστον, εἰ μὴ πολλοὶ τῶν ἀκηκοότων παρὰ τῶν τεθεαμένων μέχρι καὶ εἰς ἡμᾶς περιῆσαν. Τὸ μὲν γὰρ Γάλλου μέρος ἐπεδίδου, καὶ κατὰ γνώμην προὐχώρει: τῶν δὲ Ἰουλιανοῦ πονημάτων, τὰ μὲν ἠρείπωτο: τὰ δὲ ἐκ τῆς γῆς ἀνεδίδοτο: τὰ δὲ παραυτίκα συνάπτεσθαι πρὸς τὸ ἔδαφος οὐκ ἠνείχετο, οἷά γε ἐξ ἀντιτύπου καὶ βιαίου τινὸς δυνάμεως κάτωθεν ἀντωθούσης ἀνακρουόμενα. Πᾶσι δὲ εἰκότως τεράστιον ἐδόκει τὸ πρᾶγμα. Καὶ τοῖς μὲν πολλοῖς τῇ ἀποβάσει ἐκρίθη. Οἱ δὲ ἐξ ἐκείνου συνέβαλον, μὴ ὑγιῶς ἔχειν τὸν ἄνδρα περὶ τὴν θρησκείαν, ἀλλ̓ εὐσεβεῖν πλάττεσθαι, πρὸς Χριστιανὸν ὄντα τὸν τότε κρατοῦντα ὑποκρινόμενον, καὶ εἰς τὸ προφανὲς ἐξάγειν τὴν γνώμην οὐκ ἀσφαλὲς ἡγούμενον.