Ancient Greek · ~5 min
5.2.16 to 5.2.20
Sozomenus, Historia ecclesiastica 5.2.16-20
Not analysed yet
προσετάχθη ἐν Νικομηδείᾳ διάγειν. Ἐνταῦθα περιτυχὼν αὐτῷ Μάξιμος ὁ Ἐφέσιος φιλόσοφος, φιλοσόφων αὐτῷ λόγων καθηγητὴς ἐγένετο, καὶ μίσους τῆς Χριστιανῶν θρησκείας: καὶ οἷα μάντις, ἀληθὲς εἶναι ἰσχυρίζετο τὸ περὶ αὐτοῦ θρυλλούμενον. Ὁ δὲ, τοῦτο δὴ τὸ πολλοῖς συμβαῖνον, ἐν ὑπονοίᾳ δυσχερῶν πραγμάτων ταλαιπωρούμενος, βουκοληθεὶς αἰσίαις ἐλπίσι, φίλον ἔσχε τὸν Μάξιμον. Τῷ βασιλεῖ δὲ τούτων μηνυθέντων, δείσας ἐν χρῷ ἐκείρατο, καὶ τὸν μοναχικὸν ἐπλάττετο βίον: λάθρα δὲ τῆς ἑτέρας εἴχετο θρησκείας. Ἐπειδὴ δὲ εἰς ἄνδρας ἤδη προῄει, ἑτοιμότερον ὑπήχθη, καὶ ἐπτοεῖτο περὶ τάδε. Θαυμάζων τε εἴ τίς ἐστι τέχνη προσημαίνουσα τὸ μέλλον, καὶ ἀναγκαίαν ἡγούμενος τὴν ταύτης μάθησιν, ὧν μὴ δεῖ Χριστιανοῖς εἰς πεῖραν προήχθη: καὶ τὸ ἐξ ἐκείνου τοῖς ταῦτα μετιοῦσιν ἐχρῆτο φίλοις. Ὧδε δὲ ἔχων γνώμης, ἧκεν εἰς Ἀσίαν ἀπὸ Νικομηδείας: καὶ συγγενόμενος ἐκεῖσε τοιούτοις, προθυμότερος περὶ ταῦτα γέγονεν. Ἐπεὶ δὲ Γάλλος ὁ αὐτοῦ ἀδελφὸς, Καῖσαρ καταστὰς, μηνυθεὶς νεωτερίζειν ἀνῃρέθη, ὑπολαβὼν Κωνστάντιος καὶ αὐτὸν ἔρωτι βασιλείας κατέχεσθαι, ὑπὸ φυλακῆς εἶχεν. Ἐξαιτησαμένης δὲ αὐτὸν Εὐσεβείας τῆς γαμετῆς Κωνσταντίου, παραιτησάμενος αὐτὸν, ἀπεδήμησεν εἰς Ἀθήνας: προφάσει μὲν τῶν Ἑλληνικῶν πόνων καὶ παιδευτηρίων: ὡς δὲ λέγουσι, κοινωσόμενος τοῖς ἐκεῖσε μάντεσι περὶ τῶν κατ̓ αὐτόν. Μετακαλεσάμενος δὲ αὐτὸν ἐνθένδε Κωνστάντιος, Καίσαρα κατέστησε: κατεγγυήσας τε αὐτῷ πρὸς γάμον Κωνσταντίαν τὴν αὐτοῦ ἀδελφὴν, ἐπὶ τοὺς πρὸς δύσιν Γαλάτας πέπομφεν. Οἱ γὰρ βάρβαροι, οὓς αὐτὸς πρότερον κατὰ Μαγνεντίου ἐμισθώσατο εἰς συμμαχίαν,