Ancient Greek
5.2.6 to 5.2.8
Sozomenus, Historia ecclesiastica 5.2.6-8
Not analysed yet
Αὐτίκα τε φροῦδα τὰ φάσματα ἐγένετο, καὶ τὸ σπουδαζόμενον ἐμπεπόδιστο. Ἀπορούμενος δὲ περὶ τούτου ὁ μυσταγωγὸς, ἐπειδὴ ἔγνω τὸ αἴτιον τῆς φυγῆς τῶν δαιμόνων, ἄγος τὸ γεγονὸς ἀποκαλέσας, καὶ ἀνδρεῖον εἶναι, καὶ μηδὲν πρᾶξαι ἢ ἐννοῆσαι Χριστιανικὸν παρακελευσάμενος, αὖθις ἐπὶ τὴν τελετὴν αὐτὸν ἦγεν. Οὐ μετρίως δὲ ἐλύπει τοὺς Χριστιανοὺς καὶ περιδεεῖς ἐποίει ἡ περὶ ταῦτα σπουδὴ τοῦ βασιλέως, καὶ μάλιστα ὅτι Χριστιανὸς ἦν πρότερον. Εὐλαβῶν γὰρ περὶ τὴν θρησκείαν πατέρων γενόμενος, ἐκ νέου ἐμυήθη κατὰ τὸν θεσμὸν τῆς ἐκκλησίας, καὶ τὰς ἱερὰς γραφὰς ἐπαιδεύθη, καὶ ὑπὸ ἐπισκόποις καὶ ἐκκλησιαστικοῖς ἀνδράσιν ἐτράφη. Γέγονε γὰρ αὐτῷ καὶ Γάλλῳ πατὴρ Κωνστάντιος, ὁμοπάτριος ἀδελφὸς Κωνσταντίνου τοῦ βασιλεύσαντος, καὶ Δαλματίου, οὗ παῖς ὁμώνυμος Καῖσαρ ἀναδειχθεὶς ἀνῃρέθη ὑπὸ τῶν στρατιωτῶν μετὰ τὴν Κωνσταντίνου τελευτήν: ὀρφανοὶ δὲ πατρὸς γενόμενοι καὶ αὐτοὶ τότε,