Ancient Greek · ~2 min
Book 5, Chapter 20
Sozomenus, Historia ecclesiastica 5.20.2
Not analysed yet
Καὶ τῇ ὑστεραίᾳ πολλοὺς συνελάμβανεν ἐκ τῶν Χριστιανῶν, καὶ δεσμίους ἐποίησεν: ἕνα δέ τινα νεανίαν πρῶτον προαγαγὼν, Θεόδωρος δ̓ ὄνομα αὐτῷ, τῷ βασανιστηρίῳ ξύλῳ προσῆψεν. Ὁ δὲ, ἐπὶ πολὺ τοῖς ὄνυξι πληττόμενος, οὐχ ἡττήθη τῶν βασάνων, οὐδὲ τὸν ὕπαρχον ἐλιπάρησεν: ἀλλ̓ ἀνώδυνον ἑαυτὸν φαίνεσθαι παρασχόμενος, ὡς θεατὴς τῶν ἐπ’ αὐτῷ γινομένων, καρτερικῶς τὰς πληγὰς ἐδέχετο: αὖθίς τε τὸν αὐτὸν μελωδῶν ψαλμὸν, ὃν καὶ τῇ προτεραίᾳ, μὴ μέλειν αὐτῷ τούτων ἐφ̓ οἷς ἐκρίνετο, τοῖς ἔργοις ἐπέδειξε.