Ancient Greek · ~2 min
5.21.1 to 5.21.2
Sozomenus, Historia ecclesiastica 5.21.1-2
Not analysed yet
Ἐμοὶ δὲ τῶν ἐπὶ Ἰουλιανοῦ συμβάντων κἀκεῖνο ῥητέον, σημεῖον μὲν τῆς τοῦ Χριστοῦ δυνάμεως, τεκμήριον δὲ τῆς εἰς τὸν κρατοῦντα θεομηνίας. Ἐπεὶ γὰρ ἔγνω ἐν Καισαρείᾳ τῆς Φιλίππου, Φοίνισσα δὲ αὕτη πόλις, ἣν Πανεάδα ὀνομάζουσιν, ἐπίσημον εἶναι Χριστοῦ ἄγαλμα, ὃ τοῦ πάθους ἀπαλλαγεῖσα ἀνέθηκεν ἡ αἱμορροοῦσα, καθελὼν τοῦτο, ἴδιον ἀντέστησε. Βίαιον δὲ πῦρ ἐξ οὐρανοῦ πεσὸν, τὰ περὶ τὸ στῆθος τοῦ ἀνδριάντος διέτεμε, καὶ τὴν κεφαλὴν σὺν τῷ αὐχένι κατέβαλε, καὶ ἐπὶ πρόσωπον ἐνέπηξεν ᾗ τὸ διερρωγὸς τοῦ στέρνου ἐστί: καὶ τὸ ἐξ ἐκείνου εἰσέτι νῦν τοιοῦτος ἕστηκε, τῆς κεραυνίας αἰθάλης πλήρης.