Ancient Greek
5.21.4 to 5.21.9
Sozomenus, Historia ecclesiastica 5.21.4-9
Not analysed yet
Ἐμοὶ δὲ δοκεῖ μηδὲν εἶναι θαῦμα, τοῦ Θεοῦ τοῖς ἀνθρώποις ἐπιδημήσαντος, καὶ τὰς εὐεργεσίας συμβῆναι ξένας. Ἐπεὶ καὶ ἄλλα πλεῖστα παράδοξα κατὰ πόλεις καὶ κώμας, ὡς εἰκὸς, μόνοις ἠκρίβωται τοῖς ἐπιχωρίοις, ἐκ τῆς ἀρχῆθεν παραδόσεως ἐγνωσμένα: καὶ ὡς ἀληθὲς τοῦτο, αὐτίκα ἐπιδείξω ἐντεῦθεν. Πόλις ἐστὶν ἐν Παλαιστίνῃ ἡ νῦν καλουμένη Νικόπολις. Ταύτην δὲ ἔτι κώμην οὖσαν οἶδεν ἡ θεία τῶν εὐαγγελίων βίβλος, καὶ Ἐμμαοῦς προσαγορεύει. Ῥωμαῖοι δὲ μετὰ τὴν ἅλωσιν Ἱεροσολύμων καὶ τὴν κατὰ τῶν Ἰουδαίων νίκην, Νικόπολιν ἀνηγόρευσαν: ἐκ δὲ τοῦ συμβάντος οὕτως ὠνόμασαν. Πρὸ ταύτης τῆς πόλεως, παρὰ τὴν τριοδίαν, ἔνθα συμβαδίζων ὁ Χριστὸς τοῖς περὶ Κλεόπαν μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν, συνετάττετο ὡς ἐπὶ ἑτέραν κώμην σπεύδων, πηγή τις ἐστὶ σωτήριος, ἐν ᾗ τὰ πάθη ἀπολούονται ἄνθρωποί τε καὶ τὰ ἄλλα ζῶα διαφόροις νόσοις κάμνοντα. Λέγεται γὰρ ἐξ ὁδοιπορίας ποθὲν ἐπὶ τὴν πηγὴν ἐλθόντα τὸν Χριστὸν ἅμα τοῖς μαθηταῖς, ἐνθάδε τοὺς πόδας ἀπονίψασθαι, καὶ τὸ ἐξ ἐκείνου ἀλεξίκακον παθημάτων γενέσθαι τὸ ὕδωρ. Καὶ δένδρου δὲ τῆς καλουμένης Περσίδος ἐν Ἑρμουπόλει τῆς Θηβαΐδος φασὶ πολλῶν ἀπελάσαι τὰς νόσους, κάρφος ἢ φύλλον ἢ τοῦ φλοιοῦ μικρόν τι τοῖς κάμνουσι προσαπτόμενον. Λέγεται γὰρ παῤ Αἰγυπτίοις, ἡνίκα διὰ τὸν Ἡρώδην ἔφυγεν ὁ Ἰωσὴφ, παραλαβὼν τὸν Χριστὸν καὶ Μαρίαν τὴν ἁγίαν θεοτόκον, ἐλθεῖν εἰς τὴν Ἑρμούπολιν: ἅμα δὲ εἰσιόντι παρὰ τὴν πύλην, μὴ ἐνεγκὸν τοῦτο τὸ δένδρον μέγιστον ὂν τοῦ Χριστοῦ τὴν ἐπιδημίαν, ἐπὶ τὸ ἔδαφος κλῖναι καὶ προσκυνῆσαι.