# Historia ecclesiastica 5.22.1-4

Sozomenus, Historia ecclesiastica, 5.22.1 to 5.22.4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/5.22.1

Ὁ δὲ βασιλεὺς εἰ καὶ Χριστιανοὺς ἐμίσει καὶ χαλεπῶς πρὸς αὐτοὺς εἶχεν, ἀλλ̓ οὖν Ἰουδαίοις εὔνους ἦν καὶ πρᾷος: καὶ πατριάρχαις καὶ ἀρχηγοῖς αὐτῶν καὶ αὐτῷ δὲ τῷ πλήθει ἔγραψεν, εὔχεσθαι ὑπὲρ αὐτοῦ, καὶ τῆς αὐτοῦ βασιλείας. Ἐποίει δὲ τοῦτο οὐ τὴν θρησκείαν, ὡς εἰκάζω, ἐπαινῶν: ᾔδει γὰρ μητέρα ταύτην, ὡς εἰπεῖν, τοῦ Χριστιανῶν δόγματος, καὶ προφήταις καὶ πατριάρχαις τοῖς αὐτοῖς χρωμένην: ἀλλ̓ ὅτι μίσους ἀσπόνδως πρὸς αὐτοὺς εἶχον οἱ Ἰουδαῖοι: καὶ τῇ πρὸς τούτους θεραπείᾳ λυπεῖν ἐσπούδαζεν οἷς ἀπηχθάνετο. Ἴσως δὲ καὶ πρὸς Ἑλληνισμὸν καὶ θυσίας ἑτοιμοτέρως αὐτοὺς ἐπάγεσθαι ᾤετο, πρὸς ῥητὸν μόνον ἐκδεχομένους τὰς ἱερὰς βίβλους, οὐ πρὸς θεωρίαν, ὡς οἱ Χριστιανοὶ, καὶ αὐτῶν Ἑβραίων οἱ σοφώτεροι. Ἔδειξε δὲ ταύτην ἔχων τὴν γνώμην, οἷς ἐπεχείρησεν. Μετακαλεσάμενος γὰρ τοὺς ἐξάρχους τοῦ ἔθνους, προὐτρέψατο ἀκούειν Μωσέως νόμων, καὶ πατρίων ἐθῶν ὑπομιμνήσκων. Τῶν δὲ φησάντων, κατερριμένου τοῦ ἐν Ἱεροσολύμοις ναοῦ, μὴ θεμιτὸν μηδὲ πάτριον εἶναι ἐκπεπτωκόσι τῆς μητροπόλεως ἑτέρωθι τοῦτο ποιεῖν, χρήματα δοὺς κοινὰ ἐκέλευσεν ἀνεγεῖραι τὸν ναὸν, καὶ τοῖς προγόνοις ἐπίσης θρησκεύειν, τὸν παλαιὸν τρόπον θύοντας.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
