Ancient Greek · ~6 min
5.22.6 to 5.22.10
Sozomenus, Historia ecclesiastica 5.22.6-10
Not analysed yet
τοῦ ἔργου. Πάντα δὲ τὰ ἄλλα δεύτερα ἦν τοῦ πονουμένου, βασιλεῖ καὶ τοῖς ἄλλοις Ἕλλησι, καὶ πᾶσιν Ἰουδαίοις: οἱ μὲν γὰρ, οὔτε Ἰουδαίοις εὐνοοῦντες ἐκοινώνουν αὐτοῖς τῆς σπουδῆς, ὑπολαβόντες δὲ δύνασθαι κατορθοῦν τὸ ἐγχείρημα, καὶ ψευδεῖς ἀπελέγξαι τοῦ Χριστοῦ τὰς προρρήσεις: οἱ δὲ, ἅμα τοῦτο διενοοῦντο, καὶ καιρὸν ἔχειν ᾤοντο ἀναστῆσαι τὸ ἱερόν. Ἐπεὶ δὲ τῆς προτέρας οἰκοδομίας τὰ λείψανα καθεῖλον, ἀνέσκαψαν, καὶ τὸ ἔδαφος ἐξεκάθῃραν, λέγεται τῆς ἐπιούσης καθ̓ ἣν πρῶτον θεμέλιον ἤμελλον ὑποτίθεσθαι, σεισμὸν γενέσθαι μέγαν: ὑπὸ δὲ κλόνου τῆς γῆς ἐκ βάθρων ἀναδοθῆναι τοὺς λίθους: Ἰουδαίων δ̓ ἀπολέσθαι οἳ τὸ ἔργον ἐπετρόπευον, καὶ ἐπὶ θέᾳ τούτου παρεγένοντο. Αἵ τε γὰρ πλησίον τοῦ ἱεροῦ οἰκίαι τε καὶ δημόσιαι στοαὶ ἐν αἷς κατέλυον, ἀθρόον κατερρύησαν. Καὶ οἱ πλείους ἐγκαταληφθέντες, οἱ μὲν αὐτίκα ἀπώλοντο: οἱ δὲ, ἡμιθνῆτες εὑρέθησαν, καὶ πεπηρωμένοι ἢ τὰς χεῖρας ἢ τὰ σκέλη: ἄλλοι δὲ, περὶ ἄλλα μέρη τοῦ σώματος ἐδυστύχησαν. Ὡς δὲ σείων ἔληξεν ὁ Θεὸς, αὖθις ἐπειρῶντο τοῦ ἔργου οἱ περιλειφθέντες, οἷά γε ἀπαραιτήτου τυγχάνοντος διὰ τὸ τοῦ βασιλέως πρόσταγμα, καὶ αὐτοῖς κατὰ νοῦν ὄντος. Φιλεῖ γάρ πως ἡ ἀνθρωπίνη φύσις ἐν τοῖς καθ̓ ἡδονὴν πρὸς τὸ ἀσύμφορον ῥέπειν, καὶ τοῦτο μόνον συνοίσειν οἴεσθαι ὃ κατορθοῦν βούλεται: ἀτεχνῶς τε ὑπὸ τῆς ἐντεῦθεν ἀπάτης κεκρατημένη, οὔτε προμηθείᾳ τινὶ τὸ συμφέρον ἰδεῖν δύναται, οὔτε πείρᾳ κινδύνων σωφρονιζομένη πρὸς τὸ δέον ἀνανήφει: ὁποῖον καὶ τοῖς Ἰουδαίοις τότε συμβεβηκέναι ἡγοῦμαι.