Ancient Greek · ~3 min
5.4.7 to 5.4.8
Sozomenus, Historia ecclesiastica 5.4.7-8
Not analysed yet
ἀποθανεῖν ἑλομένων. Ὅθεν δόξης αὐτοῖς φθονῶν, οὐ φειδόμενος, πυρὶ μὲν χρῆσθαι, ἢ σιδήρῳ, ἢ τοῖς τοῦ σώματος αἰκισμοῖς, ἢ τῷ καταποντῶσαι καὶ ζῶντας κατορύττειν, ἃ τὸ πρὶν ἐσπουδάζετο, οὐκ ἀναγκαῖον εἶδεν εἰς μετάστασιν γνώμης: λόγῳ δὲ καὶ παραινέσεσι πείθειν ἡγεῖτο τὰ πλήθη εἰς Ἑλληνισμὸν μεταβαλεῖν: καὶ τοῦ σκοποῦ περιέσεσθαι ῥᾳδίως, εἰ βιάσασθαι μὴ ἀξιώσας, ἐκ παραδόξου φιλάνθρωπός τις εἶναι δόξει περὶ αὐτούς. Λέγεται γοῦν θυομένῳ αὐτῷ ἐν Κωνσταντινουπόλεως Τυχείῳ προσελθόντα Μάριν τὸν Χαλκηδόνος ἐπίσκοπον, ἀσεβῆ τε δημοσίᾳ ὑβρίσαι, καὶ ἄθεον καὶ παραβάτην ἀποκαλέσαι: τὸν δὲ, μόνην αὐτῷ ὀνειδίσαι τὴν τύφλωσιν: ὑπὸ χειραγωγῷ γὰρ ἐληλύθει, γέρων ὢν, καὶ τοὺς ὀφθαλμοὺς ὑποκεχυμένος.