Ancient Greek · ~4 min
5.5.1 to 5.5.4
Sozomenus, Historia ecclesiastica 5.5.1-4
Not analysed yet
Ταῦτα δὲ σπουδάζων, πᾶσι μὲν τοῖς ἐπὶ Κωνσταντίου φυγαδευθεῖσι διὰ θρησκείαν, ἀνῆκε τὴν φυγὴν, καὶ τοῖς δημευθεῖσι νόμῳ τὰ σφέτερα ἀπέδωκε: τοῖς δὲ δήμοις προηγόρευε, μηδένα ἀδικεῖν τῶν Χριστιανῶν μηδὲ ὑβρίζειν, μηδὲ ἄκοντας πρὸς θυσίαν ἕλκειν: τοὺς δὲ ἑκοντὶ τοῖς βωμοῖς προσιόντας, πρότερον ἐξιλεοῦσθαι οὓς Ἕλληνες καλοῦσιν ἀποτροπαίους δαίμονας, καὶ καθαίρεσθαι καθαρσίοις οἷς ἔθος αὐτοῖς. Κληρικοὺς μέντοι πᾶσαν ἀτέλειαν καὶ τιμὴν καὶ τὰ σιτηρέσια ἀφείλετο Κωνσταντίου: καὶ τοὺς ὑπὲρ αὐτῶν κειμένους νόμους ἀνεῖλε, καὶ τοῖς βουλευτηρίοις ἀπέδωκε. Μέχρι τε παρθένων καὶ χηρῶν, τὰς δἰ ἔνδειαν ἐν τοῖς κλήροις τεταγμένας εἰσπράττεσθαι προσέταξεν ἂ πρὶν παρὰ τοῦ δημοσίου ἐκομίσαντο. Ἡνίκα γὰρ Κωνσταντῖνος τὰ τῶν ἐκκλησιῶν διέταττε πράγματα, ἐκ τῶν ἑκάστης πόλεως φόρων τὰ ἀρκοῦντα πρὸς παρασκευὴν ἐπιτηδείων ἀπένειμε τοῖς πανταχοῦ κλήροις, καὶ νόμῳ τοῦτο ἐκράτυνεν, ὡς καὶ νῦν κρατεῖ, ἐξ οὗ τέθνηκεν Ἰουλιανὸς ἐπιμελῶς φυλαττόμενος. Ὠμοτάτην δὲ καὶ χαλεπωτάτην τήνδε γενέσθαι φασὶ τὴν εἴσπραξιν. Μαρτυρεῖ δὲ καὶ τὰ τότε παρὰ τῶν πρακτόρων γενόμενα γραμματεῖα τοῖς εἰσπραχθεῖσιν, εἰς ἀπόδειξιν τῆς ἀναδόσεως ὧν εἰλήφεσαν κατὰ τὸν Κωνσταντίνου νόμον.