# Historia ecclesiastica 5.5.6-10

Sozomenus, Historia ecclesiastica, 5.5.6 to 5.5.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/5.5.6

Ὥστε πανταχόθεν συμβάλλειν ἐστὶν, φόνων μὲν ἕνεκα καὶ περινοίας τῶν εἰς τὸ σῶμα τιμωριῶν, μετριώτερον αὐτὸν γενέσθαι τῶν πρὸ τοῦ διωξάντων τὴν ἐκκλησίαν: ἐν δὲ τοῖς ἄλλοις χαλεπώτερον. Φαίνεται γὰρ ἐν πᾶσιν αὐτὴν κακῶς ποιήσας: πλὴν ὅτι τοὺς ἀλλοτρίαν οἰκεῖν καταδικασθέντας ἱερέας ἐπὶ τῆς Κωνσταντίου βασιλείας μετεκαλέσατο. Λέγεται δὲ μὴ φειδοῖ τῇ περὶ αὐτοὺς ταῦτα προστάξαι: ἀλλ̓ ὥστε, ἢ ὑπὸ τῆς πρὸς ἀλλήλους ἔριδος ἐμφυλίῳ μάχῃ πολεμεῖσθαι τὴν ἐκκλησίαν, καὶ τῶν οἰκείων διαμαρτεῖν θεσμῶν: ἢ Κωνστάντιον διαβάλλων. Ὤιετο γὰρ σχεδὸν πρὸς πᾶν τὸ ὑπήκοον καὶ τελευτήσαντι τούτῳ μῖσος κατασκευάζειν, τοὺς μὲν Ἑλληνιστὰς ὡς ὁμόφρονας θεραπεύων: τοὺς δὲ διὰ Χριστὸν ἐπ’ ἐκείνου κακῶς παθόντας, ὡς ἠδικημένους, ἐλεῶν. Ἀμέλειτοι καὶ τοὺς εὐνούχους, ὡς αὐτῷ καταθυμίους, τῶν βασιλειῶν ἐξέβαλεν. Εὐσέβιον δὲ τὸν μείζονα τῆς βασιλικῆς αὐτῆς θανάτῳ ἐζημίωσε. Καὶ ἰδίᾳ γὰρ αὐτῷ λύπη τις ἦν πρὸς τοῦτον, καθότι Γάλλον τὸν ἀδελφὸν τῇ αὐτοῦ ἐπιβουλῇ ἀνῃρῆσθαι ὑπώπτευεν. Ἀέτιον δὲ τὸν ἀρχηγὸν τῆς Εὐνομίου αἱρέσεως, ὑπὸ Κωνσταντίου ὑπερορίαν φυγὴν καταδικασθέντα, καὶ ἄλλως ὕποπτον διὰ τὴν πρὸς Γάλλον ὁμιλίαν, εὐμενῶς εὖ μάλα γράψας προσεκαλέσατο πρὸς αὐτὸν, δημόσια ὑποζύγια δεδωκώς. Ἐκ τοιαύτης δὲ αἰτίας καὶ Ἐλεύσιον τὸν Κυζικου ἐπίσκοπον ὑπὸ βαρυτάτῳ ἐπιτιμίῳ προσέταξε τότε, ταῖς αὐτοῦ δαπάναις ἐν δύο μόνοις μησὶν ἀνοικοδομῆσαι τὴν Ναυατιανῶν ἐκκλησίαν ἣν ἐπὶ Κωνσταντίου καθεῖλεν. Καὶ ἄλλα δὲ πολλὰ ἂν εὕροι τὶς, ἃ διὰ μῖσος τοῦ πρὸ αὐτοῦ ἡγεμονεύσαντος, τὰ μὲν αὐτὸς ἐποίησε, τὰ δὲ ἄλλων ποιούντων ἠνέσχετο.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
