# Historia ecclesiastica 5.7.1-3

Sozomenus, Historia ecclesiastica, 5.7.1 to 5.7.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/5.7.1

Ὁ μὲν οὖν Ἀθανάσιος ὧδε διασωθεὶς, καὶ ἀπροσδοκήτως ἐν τῇ ἐκκλησίᾳ φανεὶς, οὐδ̓ ὅθεν προῆλθεν ἐγινώσκετο: περιχαρὴς δὲ γενόμενος ὁ τῶν Ἀλεξανδρέων λαὸς, τὰς ἐκκλησίας αὐτῷ παρέδωκεν. Ἐκβληθέντες δὲ οἱ τὰ Ἀρείου φρονοῦντες, ἐν ἰδιωτῶν οἰκίαις καθ̓ ἑαυτοὺς ἐκκλησίαζον, Λούκιον ἀντὶ Γεωργίου τῆς αὐτῶν αἱρέσεως ἐπίσκοπον προβαλλόμενοι. Γεώργιος δὲ ἔτυχεν ἤδη ἀναιρεθείς: ἅμα γὰρ δημοσίᾳ δῆλον ἐποίησαν οἱ ἄρχοντες τετελευτηκέναι Κωνστάντιον, αὐτοκράτορα δὲ Ἰουλιανὸν εἶναι, ἐστασίασε τὸ Ἑλληνικὸν πλῆθος τῶν Ἀλεξανδρέων: κεκραγότες τε καὶ λοιδορούμενοι ὥρμησαν ἐπ’ αὐτὸν, ὡς παραχρῆμα ἀναιρήσοντες: ἀνακοπέντες δὲ τῆς παραυτίκα ὁρμῆς, τότε μὲν αὐτὸν ἐν δεσμοῖς εἶχον. Οὐκ εἰς μακρὰν δὲ καταδραμόντες ἕωθεν εἰς τὸ δεσμωτήριον, ἀναιροῦσιν αὐτόν: καὶ καμήλῳ ἐπιθέντες, διημερεύσαντές τε ἐν ταῖς κατ̓ αὐτοῦ ὕβρεσι, περὶ δείλην ὀψίαν πυρὶ παρέδωκαν.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
