# Historia ecclesiastica 5.7.5-8

Sozomenus, Historia ecclesiastica, 5.7.5 to 5.7.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/5.7.5

Πρὸς δὲ τούτοις καὶ τοιόνδε τότε συνέβη περὶ τὸ καλούμενον παῤ αὐτοῖς Μίθριον: τοῦτον γαρ τὸν τόπον ἔρημον πάλαι γενόμενον, ἐδωρήσατο Κωνστάντιος τῇ Ἀλεξανδρέων ἐκκλησίᾳ. Γεωργίου δὲ εἰς ἐπισκευὴν εὐκτηρίου οἴκου ἀνακαθαίροντος, ἄδυτον ἀνεφάνη: ἐν ᾧ ξόανα μὲν ἴσως καὶ ὄργανα τινὰ εὑρέθη τῶν ἐνθάδε τότε μυούντων ἢ τελουμένων, ἃ τοῖς ὁρῶσι γέλοιά τε καὶ ξένα ἐδόκει. Δημοσίᾳ δὲ ταῦτα προθέντες οἱ Χριστιανοὶ, ἐπόμπευον ἐπιτωθάζοντες τοῖς Ἑλληνισταῖς. Οἱ δὲ, πλῆθος εἰς ταυτὸ συλλεγέντες, ἐπῆλθον τοῖς Χριστιανοῖς: οἱ μὲν ξίφεσιν ἢ λίθοις: οἱ δὲ ἑτέρῳ τῳ ὡς ἔτυχεν ὁπλισάμενοι: καὶ πολλοὺς ἀνελόντες, τοὺς δὲ καὶ σταυρώσαντες ἐφ̓ ὕβρει τῆς θρησκείας, τραυματίας τοὺς πλείστους κατέστησαν. Ἐκ δὲ τούτου, Χριστιανοὶ μὲν τὸ ἀρχθὲν ἔργον ἀτελὲς ἐγκατέλιπον: οἱ δὲ Ἑλληνισταὶ, ἐπιλαβούσης τῆς Ἰουλιανοῦ βασιλείας, τὸν Γεώργιον ἀνεῖλον. Μαρτυρεῖ δὲ καὶ βασιλεὺς αὐτὸς τοῦθ̓ οὕτως ἔχειν. Ὅπερ οὐκ ἂν ὡμολόγησεν, εἰ μὴ ὑπὸ τῆς ἀληθείας ἐβιάσθη: ἤθελε γὰρ, οἶμαι, Χριστιανοὺς οἱουσδήποτε, ἢ Ἕλληνας εἶναι τοὺς Γεωργίου φονέας. Ἀλλ̓ ὅμως οὐκ ἀπεκρύψατο: φαίνεται γοῦν ἐν τῇ περὶ τούτου πρὸς Ἀλεξανδρέας ἐπιστολῇ δόξας χαλεπαίνειν.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
