Ancient Greek
5.9.10 to 5.9.12
Sozomenus, Historia ecclesiastica 5.9.10-12
Not analysed yet
Ἐν δὲ τῷ ἕλκεσθαι, καλὸν ἔχοντα τὸ σῶμα ἰδόντες οἱ ἕλκοντες, ἠλέησαν: καὶ πρὸ τῶν πυλῶν, ἔτι μὲν ἐμπνέοντα, ἀποθανεῖν δὲ προσδοκώμενον ἔρριψαν: ἀνελόμενοι δέ τινες πρὸς Ζήνωνα διεκόμισαν: παῤ ᾧ τὰ ἕλκη καὶ τὰς πληγὰς ἔτι θεραπευόμενος, ἐτελεύτησε. Γαζαῖοι δὲ τὸ μέγεθος ἀναλογιζόμενοι τοῦ οἰκείου τολμήματος, περιδεεῖς ἦσαν, μὴ οὐκ ἀνέξεται ὁ βασιλεὺς ἀτιμωρήτους σφᾶς καταλιπεῖν: ἤδη γὰρ καὶ φημή τις διεφοίτα, ὡς χαλεπῶς φέρει, καὶ ἀποδεκατοῦν τὸ πλῆθος σπουδάζει. Ἦν δὲ ταῦτα ψεῦδος, καὶ θρύλλος μόνον, ὡς εἰκὸς, δημώδης, ὑπὸ τῆς δειλίας τοῦ συνειδέναι ἃ πεπράχασιν ἐν τοῖς πολλοῖς περιφερόμενος. Ἐπειδὴ οὐδὲ τοῦτο δὴ τὸ πρὸς Ἀλεξανδρέας γεγονὸς ἐπὶ Γεωργίου, οὐδὲ ἐν γράμμασιν ἐμέμψατο τοῖς Γαζαίοις.