Ancient Greek
5.9.7 to 5.9.8
Sozomenus, Historia ecclesiastica 5.9.7-8
Not analysed yet
Ἐπεὶ καὶ αὐτὸς τότε μικροῦ συλληφθεὶς παρὰ τῶν Γαζαίων ἀνῃρέθη: ἀσχολουμένου δὲ τοῦ πλήθους περὶ τὸν φόνον τῶν αὐτοῦ ἀνεψιῶν, καιρὸν εὑρὼν ἔφυγεν εἰς Ἀνθηδόνα πόλιν ἐπὶ θάλασσαν, ἀφεστῶσαν Γάζης ὡς εἰς σταδίους εἴκοσι, παραπλησίως δὲ τηνικαῦτα τῷ Ἑλληνισμῷ χαίρουσαν, καὶ περὶ τὴν θεραπείαν τῶν ξοάνων ἐπτοημένην. Καταμηνυθεὶς δὲ ἐνταῦθα ὡς Χριστιανὸς, δεινῶς κατὰ νώτου ῥάβδοις ἐμαστιγώθη παρὰ τῶν Ἀνθηδονίων, καὶ τῆς πόλεως ἐξηλάθη: καὶ εἰς τὸ τῶν Γαζαίων ἐπίνειον ἐλθὼν, ἔλαθεν ἐκεῖσε κρυπτόμενος.