Ancient Greek
Book 6, Chapter 1
Sozomenus, Historia ecclesiastica 6.1.5
Not analysed yet
τὰ δ̓ ἐπίμπρα. Πορευόμενος δὲ παρὰ τὸν Εὐφράτην, οὐ πόρρωθεν ἀφίκετο Κτησιφῶντος. Πόλις δὲ αὕτη μεγάλη, καὶ τὰ Περσῶν βασίλεια νῦν ἀντὶ Βαβυλῶνος ἔχουσα: ῥεῖ δὲ αὐτῆς οὐκ ἀπὸ πολλοῦ ὁ Τίγρης: ὡς δὲ ταῖς ναυσὶν οὐκ ἐχώρει διὰ τὴν μέσην γῆν τῷ Κτησιφῶντι προσελθεῖν, ἀλλ̓ ἐπ’ ἀνάγκης ἐφαίνετο, ἢ τὴν πόλιν παριέναι, ἢ τῶν πλοίων καταφρονεῖν, ἀνακρίνας τινὰς τῶν αἰχμαλώτων, εὗρε διώρυγα ναυσίπορον ἀναχωσθεῖσαν τῷ χρόνῳ: καὶ διατεμὼν τὸ διεῖργον, εἵλκυσε τὸν Εὐφράτην ἐπὶ τὸν Τίγρητα.