Ancient Greek
Book 6, Chapter 10
Sozomenus, Historia ecclesiastica 6.10.3
Not analysed yet
Πρὸς δὲ τοὺς τὰ Μακεδονίου φρονοῦντας, πολυπλασίους αὐτῶν ὄντας κατὰ τόδε τὸ κλίμα, ἐχαλέπαινον: καὶ τραπέντες ἐπ’ αὐτοὺς, οὐ μετρίως ἐδίωκον. Οἱ δὲ, δέει τῶν ἐπικειμένων κακῶν, διαπρεσβευόμενοι πρὸς ἀλλήλους κατὰ πόλεις ἄμεινον ἐδοκίμασαν ἐπὶ Οὐαλεντινιανὸν καὶ τὸν Ῥωμαίων ἐπίσκοπον καταφυγεῖν, κἀκείνοις μᾶλλον ἢ Εὐδοξίῳ καὶ Οὐάλεντι καὶ τοῖς ἀμφ̓ αὐτοὺς κοινωνεῖν τῆς πίστεως.