Ancient Greek · ~2 min
6.12.15 to 6.12.16
Sozomenus, Historia ecclesiastica 6.12.15-16
Not analysed yet
Ἐπὶ τοσοῦτον γὰρ καὶ τότε τῆς τῶν ἐναντίων ἐκράτησεν ἐπιβουλῆς, ὡς ἀσμένως αὐτῷ παραχωρῆσαι τῶν ἀνὰ τὴν Αἴγυπτον ἐκκλησιῶν, καὶ ἐπὶ τούτῳ μόλις εἶξαι Κωνσταντίου γράμμασιν, ἐκ τῆς Ἰταλίας ἐπανελθεῖν. Τὸ μὲν οὖν αἴτιον, καθότι Ἀθανάσιος ἐπίσης τοῖς ἄλλοις οὐκ ἀφῃρέθη τῆς ἐκκλησίας, τοῦτο εἰκάζω εἶναι. Τοῖς δὲ λοιποῖς μονονουχὶ διωγμὸς συνέβη, Ἑλληνικῷ παραπλήσιος: φυγαί τε γὰρ ὑπερόριοι ἐσπουδάζοντο τῶν τὰ αὐτὰ φρονεῖν ἀναινομένων: καὶ εὐκτήριοι οἶκοι, τῶν μὲν ἀφῃροῦντο, τοῖς δὲ παρεδίδοντο: ἡ δὲ Αἴγυπτος τέως τούτων ἀπείρατος ἦν, ἔτι Ἀθανασίου τῷ βίῳ περιόντος.