Ancient Greek · ~2 min
6.16.7 to 6.16.8
Sozomenus, Historia ecclesiastica 6.16.7-8
Not analysed yet
Τοιαῦτα Βασιλείου παρρησιασαμένου, θαυμάσας τοῦ ἀνδρὸς τὴν ἀρετὴν ὁ ὕπαρχος ἀνήγγειλε τῷ βασιλεῖ. Ὁ δὲ, ἐπιτελουμένης τῆς τῶν Θεοφανίων ἑορτῆς, σὺν τοῖς ἄρχουσι καὶ δορυφόροις εἰς τὴν ἐκκλησίαν παραγενόμενος, δῶρά τε τῇ ἱερᾷ τραπέζῃ προσήνεγκεν, καὶ εἰς λόγους αὐτῷ ἦλθε, καὶ σοφίας, καὶ τοῦ περὶ τὸ ἱερᾶσθαι καὶ ἐκκλησιάζειν κόσμου τε καὶ εὐταξίας ἐπῄνεσεν. Ἐκράτει δὲ ὅμως οὐκ εἰς μακρὰν ἐκ διαβολῆς τῶν ἐναντίων, ὑπερορίαν αὐτὸν οἰκεῖν. Καὶ ἡ νὺξ παρῆν, καθ̓ ἣν ἐδόκει τοῦτο γίνεσθαι: ἐξαπίνης δὲ πυρετὸς ἐπιλαβὼν τοῦ βασιλέως τὸν υἱὸν, εἰς ἀθρόαν καὶ σφαλερὰν νόσον κατέβαλε.