Ancient Greek · ~2 min
6.2.1 to 6.2.2
Sozomenus, Historia ecclesiastica 6.2.1-2
Not analysed yet
Καὶ ὁ μὲν Λιβάνιος ὧδέ πη γράφων, Χριστιανὸν ἔσεσθαι ὑποδηλοῖ Ἰουλιανοῦ τὸν σφαγέα: ἴσως δὲ καὶ ἀληθές. Οὐ γὰρ ἀπεικός τινα τῶν τότε στρατευομένων εἰς νοῦν λαβεῖν, ὡς Ἕλληνες καὶ πάντες ἄνθρωποι μέχρι νῦν τοὺς πάλαι τυραννοκτόνους ἐπαινοῦσιν, ὡς ὑπὲρ τῆς πάντων ἐλευθερίας ἑλομένους ἀποθανεῖν, καὶ πολίταις ἢ συγγενέσιν ἢ φίλοις προθύμως ἐπαμύνοντας. Σχολῇ γε ἄν τις καὶ αὐτῷ μέμψαιτο, διὰ Θεὸν καὶ θρησκείαν ἣν ἐπῄνεσεν ἀνδρείῳ γενομένῳ. Ἐγὼ δὲ, ὅστις μὲν τῇ σφαγῇ ταύτῃ διηκονήσατο, πλὴν τῶν εἰρημένων οὐδὲν ἀκριβῶ. Ὡς δὲ συμφωνοῦντες οἱ λέγοντες ἰσχυρίζονται, ἀψευδὴς λόγος εἰς ἡμᾶς ἦλθε, κατὰ θεομηνίαν αὐτὸν ἀναιρεθῆναι: