Ancient Greek
6.2.10 to 6.2.11
Sozomenus, Historia ecclesiastica 6.2.10-11
Not analysed yet
Οὐ μὴν ἀλλὰ καὶ αὐτὸς μετὰ τὴν πληγὴν ἀμωσγέπως συνῆκεν ὅθεν ἐβλάβη, καὶ τὸ αἴτιον τῆς συμφορᾶς οὐ παντελῶς ἠγνόησε. Λέγεται γὰρ ὅτε ἐτρώθη, αἷμα ἐκ τῆς ὠτειλῆς ἀρυσάμενος, εἰς τὸν αἰθέρα ἀκοντίσαι, οἷά γε πρὸς φαινόμενον τὸν Χριστὸν ἀφορῶν, καὶ τῆς ἰδίας σφαγῆς αὐτὸν ἐπαιτιώμενος. Οἱ δὲ φασὶν, ὡς πρὸς τὸν ἥλιον ἀγανακτῶν, ὅτι Πέρσαις ἐπήμυνεν, ἢ αὐτὸν οὐ διέσωσεν, ἔφορος ὢν τῆς αὐτοῦ γενέσεως κατά τινα τοιαύτην ἀστρονομικὴν ἱστορίαν, τῇ χειρὶ τὸ αἷμα ἐπιδείξας, εἰς τὸν ἀέρα ἠκόντισεν.