Ancient Greek · ~5 min
6.2.13 to 6.2.16
Sozomenus, Historia ecclesiastica 6.2.13-16
Not analysed yet
Ἀμέλειτοι παρὰ πάντα τὸν χρόνον ταυτησὶ τῆς βασιλείας ἀγανακτῶν ὁ Θεὸς ἐφαίνετο: καὶ παντοδαπαῖς συμφοραῖς ἐν πολλοῖς ἔθνεσιν ἐπέτριψε τὴν Ῥωμαίων ὑπήκοον. Τῆς τε γὰρ γῆς συνεχῶς ὑπὸ χαλεπωτάτων σεισμῶν τινασσομένης, καὶ τῶν οἰκημάτων ἐρειπομένων, οὐκ ἀσφαλὲς ἦν οἴκοι οὔτε αἰθρίους διατρίβειν. Συμβάλλω δὲ ἐξ ὧν ἐπυθόμην, ἢ βασιλεύοντος αὐτοῦ, ἢ κατὰ τὸ δεύτερον σχῆμα τῆς βασιλείας ὄντος, καὶ τὸ συμβὰν τοῖς πρὸς Αἴγυπτον Ἀλεξανδρεῦσι γέγονε πάθος: ἡνίκα δὴ ἡ θάλασσα ὑπονοστήσασα, αὖθις ἐξ ἐπιδρομῆς τοὺς ἰδίους ὅρους παρήμειψε, καὶ μέχρι πολλοῦ τὴν ξηρὰν κατέκλυσεν: ὡς καὶ ἐπὶ τῶν κεράμων, ἀποχωρήσαντος τοῦ ὕδατος, θαλάττια εὑρεθῆναι σκάφη. Ἀμέλειτοι τὴν ἡμέραν καθ̓ ἣν τάδε συνέβη, ἣν γενέσια τοῦ σεισμοῦ προσαγορεύουσιν, εἰσέτι καὶ νῦν Ἀλεξανδρεῖς ἐτησίαν ἑορτὴν ἄγουσι: λύχνους τε πλείστους ἀνὰ πᾶσαν τὴν πόλιν καίοντες, καὶ χαριστηρίους λιτὰς τῷ Θεῷ προσφέροντες, λαμπρῶς μάλα καὶ εὐλαβῶς ταύτην ἐπιτελοῦσιν. Οὐ μὴν ἀλλὰ καὶ αὐχμοὶ ἐπιτείναντες, πάντας τοὺς καρποὺς καὶ τὸν ἀέρα ἐπὶ ταύτης τῆς βασιλείας ἐλυμῄναντο: ἐντεῦθεν σπάνει τῶν ἐπιτηδείων, ἐπὶ τὰς τῶν ἀλόγων ζώων τροφὰς τοὺς ἀνθρώπους ἤλαυνεν ὁ λιμός. Ἐπακολουθῶν δὲ καὶ ὁ λοιμὸς ἰδίας ἐπῆγε νόσους, καὶ τὰ σώματα διέφθειρε. Τὰ μὲν δὴ κατὰ Ἰουλιανὸν ὧδε ἔσχε.