Ancient Greek
6.20.9 to 6.20.11
Sozomenus, Historia ecclesiastica 6.20.9-11
Not analysed yet
καὶ οἰκεῖον ποιήσατε: ἡμεῖς δὲ ὑπείκομεν. Καὶ ἡ μὲν τοιαύτας ἠφίει φωνάς: ἐπιτιμησάντων δὲ τῷ δαιμονίῳ τῶν ἀμφὶ Μακάριον, ἡ παῖς ἐσωφρόνησεν: ἐντεῦθεν δὲ ὁ ταύτης πατὴρ σὺν τοῖς οἰκείοις, καὶ ἡ νῆσος πανδημεὶ εἰς Χριστιανισμὸν μετέβαλλε: καὶ ἀμελλητὶ καθελόντες τὸν παῤ αὐτοῖς ναὸν, εἰς ἐκκλησίαν μετεσκεύασαν. Ταῦτα δὲ τοῖς ἐν Ἀλεξανδρείᾳ ἀγγελλόμενα, οὐ μετρίως ἐλύπει τὸν Λούκιον: ἐκινδύνευε γὰρ καὶ παρὰ τῶν ἰδίων μισεῖσθαι, ὡς οὐκ ἀνθρώποις, ἀλλὰ αὐτῷ τῷ Θεῷ πόλεμον προφανῆ καταγγέλλων: αὐτίκα τε λάθρα τοὺς ἀμφὶ Μακάριον ἐπὶ τὰ ἴδια ἤθη καὶ τὴν ἔρημον ἐπανελθεῖν προσέταξεν. Ὁ μὲν οὖν Λούκιος ὧδε τὴν Αἴγυπτον ἐδόνει. Ὑπὸ δὲ τοῦτον τὸν χρόνον, οὐ μόνῳ Διδύμῳ τῷ φιλοσόφῳ κατ̓ ἐκεῖνο καιροῦ ἀκμάζοντι, ἀλλὰ καὶ ἄλλοις ἐλλογίμοις διέπρεπεν: ὧν εἰς τὴν ἀρετὴν ἀποβλέπουσα καὶ τῶν αὐτόθι μοναχῶν, ἐναντίως εἶχε τοὺς ἀμφὶ Λούκιον. Παρευδοκίμει δὲ τοὺς Ἀρείου πολλῷ τοῖς πλήθεσι, καὶ διωκομένη ἡ κατ̓ Αἴγυπτον ἐκκλησία.