Ancient Greek · ~2 min
6.21.4 to 6.21.5
Sozomenus, Historia ecclesiastica 6.21.4-5
Not analysed yet
καὶ Οὐάλης ὁ βασιλεὺς ἦκεν εἰς Τόμιν. Ἐπεὶ δὲ εἰς τὴν ἐκκλησίαν ἀφίκετο, καὶ ὡς εἰώθει ἔπειθεν αὐτὸν κοινωνεῖν τοῖς ἀπὸ τῆς ἐναντίας αἱρέσεως, ἀνδρείως μάλα πρὸς τὸν κρατοῦντα παρρησιασάμενος περὶ τοῦ δόγματος τῶν ἐν Νικαίᾳ συνελθόντων, κατέλιπεν αὐτὸν, καὶ εἰς ἑτέραν ἦλθεν ἐκκλησίαν: καὶ ὁ λαὸς ἐπηκολούθησε. Σχεδὸν δὲ πᾶσα ἡ πόλις συνεληλύθεισαν, βασιλέα τε ὀψόμενοι, καὶ νεώτερον ἔσεσθαί τι προσδοκήσαντες: ἀπολειφθεὶς δὲ Οὐάλης σὺν τοῖς ἀμφ̓ αὐτὸν, χαλεπῶς ἤνεγκε τὴν ὕβριν: καὶ συλληφθέντα Βρεττανίωνα, εἰς ὑπερορίαν ἄγεσθαι προσέταξε.