Ancient Greek
6.23.6 to 6.23.8
Sozomenus, Historia ecclesiastica 6.23.6-8
Not analysed yet
Ταῦτα δὲ οὕτω γενέσθαι καὶ δόξαι, μαρτυρεῖ καὶ ἡ ἐπιστολὴ Δαμάσου τοῦ Ῥωμαίων ἐπισκόπου, καὶ τῶν ἅμα αὐτῷ τότε συνελθόντων, πρὸς τοὺς Ἰλλυριῶν ἐπισκόπους γραφεῖσα. Ἔχει δὲ ὧδε. Οἱ ἐπίσκοποι οἱ ἐπὶ τῆς Ῥωμαίων εἰς τὸ ἱερὸν συνέδριον συνελθόντες, τοῖς ἐν τῷ Ἰλλυρικῷ καθεστῶσιν ἐπισκόποις, Δάμασος, καὶ Οὐαλέριος, καὶ οἱ λοιποὶ, τοῖς ἀγαπητοῖς ἀδελφοῖς ἐν Κυρίῳ χαίρειν. Πιστεύομεν τὴν ἁγίαν πίστιν ἡμῶν, τὴν ἐν τῇ διδασκαλίᾳ τῶν ἀποστόλων θεμελιωθεῖσαν, ταύτην κατέχειν, καὶ ταύτην τῷ λαῷ ὑφηγεῖσθαι: ἥτις ἀπὸ τῶν ὁρισθέντων παρὰ τῶν πατέρων, οὐδενὶ λόγῳ διαφωνεῖ. Οὐδὲ γὰρ ἄλλως ἁρμόζει διανοεῖσθαι τοὺς τοῦ Θεοῦ ἱερεῖς, ὑφ̓ ὧν