Ancient Greek · ~3 min
6.24.1 to 6.24.3
Sozomenus, Historia ecclesiastica 6.24.1-3
Not analysed yet
Οἱ μὲν οὖν πρὸς δύσιν ἱερεῖς ὧδε φθάσαντες τοὺς παῤ αὐτοῖς νεωτερίζοντας, ἐπιμελῶς ἐφύλαττον τὴν ἀρχῆθεν παραδοθεῖσαν αὐτοῖς πίστιν: ὡς κομιδῆ ὀλίγους ἐνθάδε ἑτεροδόξους γενέσθαι, καὶ σχεδὸν μόνους τοὺς ἀμφὶ τὸν Αὐξέντιον. Οὐκ εἰς μακρὰν δὲ καὶ οὗτος ἐκποδὼν ἐγένετο: τελευτήσαντος δὲ αὐτοῦ, ἐστασίαζε τὸ πλῆθος, οὐ τὸν αὐτὸν αἱρούμενοι τὴν Μεδιολάνων ἐκκλησίαν ἐπισκοπεῖν: καὶ ἡ πόλις ἐκινδύνευεν. Ἕκαστοι γὰρ ἀποτυχόντες, ἠπείλουν ποιεῖν ἃ φιλεῖ γίνεσθαι ἐν ταῖς τοιαύταις ταραχαῖς. Δείσας δὲ τὴν τοῦ δήμου κίνησιν Ἀμβρόσιος, ὁ τότε τοῦ ἔθνους ἡγούμενος, ἐλθὼν εἰς τὴν ἐκκλησίαν, συνεβούλευε παύεσθαι τῆς ἔριδος, νόμων ὑπομιμνήσκων, ὁμονοίας τε καὶ τῶν ἀπὸ τῆς εἰρήνης ἀγαθῶν. Οὔπω δὲ αὐτοῦ παυσαμένου περὶ τούτων δημηγορεῖν, ἐξαπίνης πάντες ἀφέμενοι τῆς πρὸς ἀλλήλους ὀργῆς, ἐπ’ αὐτὸν τὸν σύμβουλον τῆς ὁμονοίας ἄγουσι τὴν τῆς ἐπισκοπῆς ψῆφον: καὶ βαπτίζεσθαι παρεκελεύοντο: ἔτι γὰρ ἀμύητος ἦν: καὶ τὴν ἱερωσύνην παραλαμβάνειν