Ancient Greek
Book 6, Chapter 24
Sozomenus, Historia ecclesiastica 6.24.5
Not analysed yet
Ἅμα δὲ ἐμυήθη καὶ τὴν χειροτονίαν παρέλαβεν, ὁμοφρονεῖν πέπεικε περὶ τὰ θεῖα τὴν ὑπ’ αὐτὸν ἐκκλησίαν, ἐπὶ πολλῷ χρόνῳ διχονοίᾳ καμοῦσαν ἐκ τῆς προστασίας Αὐξεντίου. Ἀλλ̓ οἷος μὲν Ἀμβρόσιος οὗτος μετὰ τὴν χειροτονίαν ἐγένετο, καὶ ὡς ἀνδρείως καὶ μάλα θείως τὴν ἱερωσύνην διήνυσεν, ἐν τοῖς ἑξῆς κατὰ χώραν λελέξεται.