Ancient Greek · ~2 min
Book 6, Chapter 25
Sozomenus, Historia ecclesiastica 6.25.1
Not analysed yet
Ἐν τούτῳ δὲ εἰς τὸ προφανὲς προΐστατο Ἀπολινάριος τῆς ἀπ̓ αὐτοῦ ὀνομαζομένης αἱρέσεως: καὶ πολλοὺς ἀποτεμὼν τῆς ἐκκλησίας, καθ̓ ἑαυτὸν συνῆγε. Συνελάβετο δὲ αὐτῷ πρὸς τὴν τοῦ οἰκείου δόγματος σύστασιν καὶ Βιτάλιος, πρεσβύτερος Ἀντιοχεὺς τῶν ὑπὸ Μελίτιον ἱερωμένων: ἀνὴρ, εἰ καί τις ἄλλος, ἐκ τοῦ βίου καὶ τῆς πολιτείας ἐπιφανὴς, καὶ περὶ τοὺς ὑπ’ αὐτὸν ἀγομένους σπουδαῖος, καὶ τούτου χάριν τῷ λαῷ σεβάσμιος.