Ancient Greek · ~2 min
6.27.1 to 6.27.2
Sozomenus, Historia ecclesiastica 6.27.1-2
Not analysed yet
Εὐνόμιον μὲν οὖν τὰ αὐτὰ φρονεῖν Ἀετίῳ, συνομολογεῖν δέον: καὶ γὰρ δὴ καὶ αὐτὸς Εὐνόμιος Ἀέτιον διδάσκαλον αὐχεῖ, καὶ μαρτυρεῖ τοῦτο πολλάκις ἐν ἰδίοις γράμμασι παρρησιαζόμενος. Ἀπολινάριον δὲ ἐπαιτιώμενος Γρηγόριος ὁ Ναζιανζὸν ἐπισκοπήσας, ἐν ἐπιστολῇ που τάδε γράφει πρὸς Νεκτάριον τὸν ἡγησάμενον τῆς ἐν Κωνσταντινουπόλει ἐκκλησίας. Τὸ δὲ ἐγκόλπιον ἡμῶν κακὸν Εὐνόμιος, οὐκέτι ἀγαπᾷ τὸ ὁπωσοῦν εἶναι: ἀλλ̓ εἰ μὴ πάντας τῇ αὐτοῦ ἀπωλείᾳ συνεφελκύσαιτο, ζημίαν κρίνει. Καὶ ταῦτα μὲν φορητά. Τὸ δὲ πάντων χαλεπώτατον ἐν ταῖς ἐκκλησιαστικαῖς συμφοραῖς, ἡ τῶν Ἀπολιναριστῶν ἐστὶ παρρησία.