# Historia ecclesiastica 6.27.7-10

Sozomenus, Historia ecclesiastica, 6.27.7 to 6.27.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/sozomenus/historia-ecclesiastica/6.27.7

Οἷα μὲν οὖν καὶ ὅπως περὶ Θεοῦ δοξάζουσιν Ἀπολινάριός τε καὶ Εὐνόμιος, ἐκ τῶν εἰρημένων ὅτῳ μέλει σκοπείτω. Εἰ δὲ περὶ μάθησιν ἀκριβῆ τῶν τοιούτων πονεῖν ἔγνωκεν, ἐκ τῶν γεγραμμένων, ἢ αὐτοῖς, ἢ ἑτέροις περὶ αὐτῶν, ἐπιζητείτω τὰ πλείω: ἐπεὶ ἐμοὶ οὔτε συνιέναι τὰ τοιαῦτα, οὔτε μεταφράζειν εὐπετές. Ὡς ἔοικε δὲ, πρὸς ταῖς εἰρημέναις αἰτίαις, τὸ μὴ κρατῆσαι τάδε τὰ δόγματα καὶ εἰς πολλοὺς προελθεῖν, μάλιστα τοῖς τότε μοναχοῖς λογιστέον: ἀπρὶξ γὰρ εἴχοντο τῶν ἐν Νικαίᾳ δογμάτων οἵτε ἐν Συρίᾳ καὶ Καππαδοκίᾳ καὶ πέριξ τούτων φιλοσοφοῦντες. Ἡ μὲν γὰρ ἕως, ἀπὸ Κιλίκων ἀρξαμένη μέχρι Φοινίκων, ἐκινδύνευσε γενέσθαι τῆς Ἀπολιναρίου αἱρέσεως: Εὐνομίου δὲ ἀπὸ Κιλίκων, καὶ Ταύρου τοῦ ὄρους, καὶ μέχρι τοῦ Ἑλλησπόντου καὶ τῆς Κωνσταντινουπόλεως. Ῥᾳδίως γὰρ ἑκάτερος παῤ οἷς διέτριβε, καὶ τοὺς πέλας, τὰ αὐτοῦ φρονεῖν ἔπειθε. Παραπλήσιον δέ πως τοῖς ἐπὶ Ἀρείου, καὶ ἐπὶ τούτοις συμβέβηκε: τὸ γὰρ τῇδε πλῆθος τοὺς δηλωθέντας μοναχοὺς τῆς ἀρετῆς τῶν ἔργων ἐκθαυμάζον, ὀρθῶς αὐτοὺς δοξάζειν ἐπίστευε: καὶ τοὺς ἄλλως φρονοῦντας, οἷά γε μὴ καθαρεύοντας, νόθων δογμάτων ἀπεστρέφοντο: ὥσπερ Αἰγύπτιοι τοῖς παῤ αὐτοῖς μοναχοῖς ἑπόμενοι, ἐναντίως εἶχον πρὸς τοὺς Ἀρείου.

---

Sozomenus, Salaminius Hermias, Historia ecclesiastica, ed. Robert Hussey. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2048.tlg001.local002/.
